9.2
ψηφισαμένου δὲ τοῦ δήμου λαβὼν δύναμιν ὁ Κάμιλλος εἰς τὴν Φαλίσκων ἐνέβαλε· καὶ πόλιν ἐρυμνὴν κατεσκευασμένην πᾶσιν εἰς πόλεμον καλῶς Φαλερίους ἐπολιόρκει, τὸ μὲν ἑλεῖν οὐ μικρὸν ἔργον οὐδὲ χρόνου τοῦ τυχόντος ἡγούμενος, ἄλλως δὲ τρίβειν τοὺς πολίτας καὶ περισπᾶν βουλόμενος, ὡς μὴ σχολάζοιεν οἴκοι καθήμενοι δημαγωγεῖσθαι καὶ στασιάζειν. ἐπιεικῶς γὰρ ἀεὶ φαρμάκῳ τούτῳ χρώμενοι διετέλουν, ὥσπερ ἰατροὶ, τὰ ταρακτικὰ πάθη τῆς πολιτείας ἔξω τρέποντες.
10.1
οὕτως δὲ τῆς πολιορκίας κατεφρόνουν οἱ Φαλέριοι τῷ πανταχόθεν ἐξωχυρῶσθαι πιστεύοντες, ὥστε πλὴν τῶν τὰ τείχη φυλαττόντων τοὺς ἄλλους ἐν ἱματίοις κατὰ τὴν πόλιν ἀναστρέφεσθαι, τοὺς δὲ παῖδας αὐτῶν εἴς τε τὰ διδασκαλεῖα φοιτᾶν καὶ παρὰ τὰ τείχη περιπατήσοντας καὶ γυμνασομένους ὑπὸ τοῦ διδασκάλου καταβιβάζεσθαι. κοινῷ γὰρ ἐχρῶντο τῷ διδασκάλῳ, ὥσπερ Ἕλληνες, οἱ Φαλέριοι, βουλόμενοι συντρέφεσθαι καὶ συναγελάζεσθαι μετʼ
10.2
ἀλλήλων εὐθὺς ἐξ ἀρχῆς τοὺς παῖδας. οὗτος οὖν ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς Φαλερίοις διὰ τῶν παίδων ἐξῆγεν αὐτοὺς ἡμέρας ἑκάστης ὑπὸ τὸ τεῖχος ἐγγὺς τὸ πρῶτον, εἶτʼ ἀπῆγεν αὖθις εἴσω γυμνασαμένους, ἐκ δὲ τούτου κατὰ μικρὸν ὑπάγων εἴθισε θαρρεῖν ὡς πολλῆς οὔσης ἀδείας, καὶ τέλος ἔχων ἅπαντας εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλε καὶ παρέδωκεν, ἄγειν κελεύσας πρὸς τὸν Κάμιλλον.
10.3
ἀχθεὶς δὲ καὶ καταστὰς εἰς μέσον ἔλεγε παιδευτὴς μέν εἶναι καὶ διδάσκαλος, τὴν δὲ πρὸς ἐκεῖνον χάριν ἀντὶ τούτων ἑλόμενος τῶν δικαίων, ἥκειν αὐτῷ τὴν πόλιν ἐν τοῖς παισὶ κομίζων, δεινὸν οὖν ἀκούσαντι τὸ ἔργον ἐφάνη Καμίλλῳ· καὶ πρὸς τοὺς παρόντας εἰπών, ὡς χαλεπὸν μέν ἐστι πόλεμος καὶ διὰ πολλῆς ἀδικίας καὶ βιαίων περαινόμενος ἔργων,