Thesauros Edebiyat biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
1.1 περὶ δὲ Φουρίου Καμίλλου πολλῶν καὶ μεγάλων λεγομένων ἴδιον εἶναι δοκεῖ μάλιστα καὶ παράδοξον, ὅτι πλεῖστα μὲν ἐν ἡγεμονίαις καὶ μέγιστα κατορθώσας, δικτάτωρ δὲ πεντάκις αἱρεθείς, θριαμβεύσας δὲ τετράκις, κτίστης δὲ τῆς Ῥώμης ἀναγραφεὶς δεύτερος, οὐδὲ ἅπαξ ὑπάτευσε.
1.2 τούτου δʼ αἴτιον ἡ τῆς τότε πολιτείας κατάστασις, ἐκ διαφορᾶς τοῦ δήμου πρὸς τὴν σύγκλητον ὑπάτους μὲν ἐρίσαντος μὴ ἀποδείκνυσθαι, χιλιάρχους δὲ χειροτονοῦντος ἐπὶ τὴν ἡγεμονίαν, ὧν, καίπερ ἀπʼ ἐξουσίας καὶ δυνάμεως ὑπατικῆς ἅπαντα πραττόντων, ἧττον ἦν ἐπαχθὴς ἡ ἀρχὴ διὰ τὸ πλῆθος, τὸ γὰρ ἓξ ἄνδρας, ἀλλὰ μὴ δύο, τοῖς πράγμασιν ἐφιστάναι, παρεμυθεῖτο τοὺς βαρυνομένους τὴν ὀλιγαρχίαν.
1.3 κατὰ τοῦτο δὴ καιροῦ μάλιστα τῇ δόξῃ καὶ τοῖς πράγμασιν ἀκμάσας ὁ Κάμιλλος ὕπατος μὲν οὐκ ἠξίωσεν ἄκοντι τῷ δήμῳ γενέσθαι, καίπερ ἐν τῷ διὰ μέσου δεξαμένης ὑπατικὰς ἀρχαιρεσίας τῆς πολιτείας πολλάκις, ἐν δὲ ταῖς ἄλλαις ἡγεμονίαις πολλαῖς καὶ παντοδαπαῖς γενομέναις τοιοῦτον αὑτὸν παρέσχεν, ὥστε τὴν μὲν ἐξουσίαν καὶ μοναρχοῦντος εἶναι κοινήν, τὴν δὲ δόξαν ἰδίαν καὶ μεθʼ ἑτέρων στρατηγοῦντος· ὧν τοῦ μὲν ἡ μετριότης αἴτιον ἀνεπιφθόνως ἄρχοντος, τοῦ δʼ ἡ φρόνησις, διʼ ἣν ὁμολογουμένως ἐπρώτευεν.
2.1 οὔπω δὲ τότε περὶ τὸν τῶν Φουρίων οἶκον οὔσης μεγάλης ἐπιφανείας αὐτὸς ἀφʼ ἑαυτοῦ πρῶτος εἰς δόξαν προῆλθεν ἐν τῇ μεγάλῃ μάχῃ πρὸς Αἰκανοὺς καὶ Οὐολούσκους ὑπὸ δικτάτορι Ποστουμίῳ Τουβέρτῳ στρατευόμενος, προϊππεύων γὰρ τοῦ στρατοῦ καὶ πληγῇ περιπεσὼν εἰς τὸν μηρόν οὐκ ἀνῆκεν, ἀλλʼ ἐγκείμενον τῷ τραύματι παρέλκων τὸ ἀκόντισμα καὶ συμπλεκόμενος τοῖς ἀρίστοις τῶν πολεμίων τροπὴν ἐποίησεν.
2.2 ἐκ δὲ τούτου τῶν τʼ ἄλλων γερῶν ἔτυχε καὶ τιμητὴς ἀπεδείχθη, μέγα τῆς ἀρχῆς ἀξίωμα ταύτης ἐπὶ τῶν τότε χρόνων ἐχούσης. μνημονεύεται δὲ αὐτοῦ τιμητεύοντος καλὸν μὲν ἔργον τὸ τοὺς ἀγάμους λόγοις τε πείθοντα καὶ ζημίαις ἀπειλοῦντα συγκαταζεῦξαι ταῖς χηρευούσαις γυναιξί πολλαὶ δʼ ἦσαν αὗται διὰ τοὺς πολέμους, ἀναγκαῖον δὲ τὸ καὶ τοὺς ὀρφανοὺς ὑποτελεῖς ποιῆσαι πρότερον ἀνεισφόρους ὄντας.
1 / 42 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi