Thesauros Edebiyat biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
20.4 ἕτερον· τοίνυν τῷ γένει Λευκανὸν ἄνδρα προσήγγειλαν οἱ λοχαγοὶ ῥεμβόμενον ἀπὸ τοῦ στρατοπέδου καὶ τὴν τάξιν ἐκλείποντα πολλάκις, ὁ δʼ ἠρώτησε, τἆλλα ποῖόν τινα τὸν ἄνθρωπον εἰδεῖεν ὄντα. μαρτυρούντων δὲ πάντων ὅτι ῥᾳδίως ἕτερος οὐκ εἴη στρατιώτης τοιοῦτος, ἅμα τʼ αὐτοῦ τινας ἀνδραγαθίας ἐπιφανεῖς καὶ πράξεις λεγόντων, αἰτίαν τῆς ἀταξίας ζητῶν εὗρεν ἔρωτι παιδίσκης κατεχόμενον τὸν ἄνδρα καὶ κινδυνεύοντα μακρὰς ὁδοὺς ἑκάστοτε φοιτῶντα πρὸς ἐκείνην ἀπὸ τοῦ στρατοπέδου.
20.5 πέμψας οὖν τινας ἀγνοοῦντος αὐτοῦ καὶ συλλαβὼν τὸ γύναιον ἔκρυψεν ἐν τῇ σκηνῇ, καὶ καλέσας τὸν Λευκανὸν ἰδίᾳ πρὸς αὑτόν, οὐ λέληθας, ἔφη, παρὰ τὰ Ῥωμαίων πάτρια καὶ τοὺς νόμους ἀπονυκτερεύων τοῦ στρατοπέδου πολλάκις· ἀλλʼ οὐδὲ χρηστὸς ὢν πρότερον ἐλελήθεις. τὰ μὲν οὖν ἡμαρτημένα σοι λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἐφʼ ἑτέρῳ ποιήσομαι τὴν φρουράν.
20.6 θαυμάζοντος δὲ τοῦ στρατιώτου προαγαγὼν τὴν ἄνθρωπον ἐνεχείρισεν αὐτῷ καὶ εἶπεν αὕτη μὲν ἐγγυᾶταί σε μενεῖν ἐν τῷ στρατοπέδῳ μεθʼ ἡμῶν σὺ δʼ ἔργῳ δείξεις, εἰ μὴ διʼ ἄλλην τινὰ μοχθηρίαν ἀπέλειπες, ὁ δʼ ἔρως καὶ αὕτη πρόφασις ἦν λεγομένη ταῦτα μὲν περὶ τούτων ἱστοροῦσι.
21.1 τὴν δὲ Ταραντίνων πόλιν ἔσχεν ἑαλωκυῖαν ἐκ προδοσίας τὸν τρόπον τοῦτον, ἐστρατεύετο παρʼ αὐτῷ νεανίας Ταραντῖνος ἔχων ἀδελφήν πιστῶς πάνυ καὶ φιλοστόργως διακειμένην πρὸς αὐτόν, ἤρα δὲ ταύτης ἀνὴρ Βρέττιος τῶν τεταγμένων ὑπʼ Ἀννίβου τὴν πόλιν φρουρεῖν ἐφʼ ἡγεμονίας, τοῦτο πράξεως ἐλπίδα τῷ Ταραντίνῳ παρέσχε, καὶ τοῦ Φαβίου συνειδότος εἰς τὴν πόλιν ἀφείθη, λόγῳ δʼ ἀποδεδράκει πρὸς τὴν ἀδελφήν εἰς Τάραντα.
21.2 αἱ μὲν οὖν πρῶται τῶν ἡμερῶν ἦσαν, καὶ καθʼ ἑαυτὸν ὁ Βρέττιος ἀνεπαύετο, λανθάνειν τὸν ἀδελφὸν οἰομένης ἐκείνης, ἔπειτα λέγει πρὸς αὐτὴν ὁ νεανίας καὶ μὴν ἐκεῖ λόγος ἐφοίτα πολὺς ἀνδρί σε τῶν δυνατῶν καὶ μεγάλων συνεῖναι. τίς οὗτός ἐστιν; εἰ γὰρ εὐδόκιμός τίς, ὥς φασιν, ἀρετῇ καὶ λαμπρός, ἐλάχιστα φροντίζει γένους ὁ πάντα συμμιγνὺς πόλεμος· αἰσχρὸν δὲ μετʼ ἀνάγκης οὐδέν, ἀλλʼ εὐτυχία τίς ἐν καιρῷ τὸ δίκαιον ἀσθενὲς ἔχοντι πρᾳοτάτῳ χρήσασθαι τῷ βιαζομένῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi