23.3
ἦν δὲ Μᾶρκος Λίβιος, οὗ τὸν Τάραντα φρουροῦντος ὁ Ἀννίβας ἀπέστησεν ὅμως δὲ τὴν ἄκραν κατέχων οὐκ ἐξεκρούσθη, καί διεφύλαξεν ἄχρι τοῦ πάλιν ὑπὸ Ῥωμαίοις γενέσθαι τοὺς Ταραντίνους. τοῦτον ἠνία Φάβιος τιμώμενος, καί ποτε πρὸς τὴν σύγκλητον ὑπὸ φθόνου καί φιλοτιμίας ἐξενεχθεὶς εἶπεν ὡς οὐ Φάβιος, ἀλλʼ αὐτὸς αἴτιος γένοιτο τοῦ τὴν Ταραντίνων ἁλῶναι. γελάσας οὖν ὁ Φάβιος, ἀληθῆ λέγεις, εἶπεν, εἰ μὴ γὰρ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ παρέλαβον.
24.1
οἱ δὲ Ῥωμαῖοι τά τʼ ἄλλα τῷ Φαβίῳ προσεφέροντο λαμπρῶς, καὶ τὸν υἱὸν αὐτοῦ Φάβιον ἀνέδειξαν ὕπατον. παραλαβόντος δὲ τὴν . ἀρχὴν αὐτοῦ καὶ διοικοῦντός τι τῶν πρὸς τὸν πόλεμον ὁ πατὴρ, εἴτε διὰ γῆρας καὶ ἀσθένειαν εἴτε διαπειρώμενος τοῦ παιδός, ἀναβὰς ἐφʼ ἵππον προσῄει διὰ τῶν ἐντυγχανόντων καὶ περιεστώτων. ὁ δὲ νεανίας κατιδὼν πόρρωθεν οὐκ ἠνέσχετο, πέμψας δʼ ὑπηρέτην ἐκέλευσε καταβῆναι τὸν πατέρα καὶ διʼ αὑτοῦ προσελθεῖν, εἰ δή τι τυγχάνει τῆς ἀρχῆς δεόμενος.
24.2
καὶ τοὺς μὲν ἄλλους ἠνίασε τὸ ἐπίταγμα, καὶ σιωπῇ πρὸς τὸν Φάβιον ὡς ἀνάξια πάσχοντα τῆς δόξης ἀπέβλεψαν αὐτὸς δʼ ἐκεῖνος ἀποπηδήσας κατὰ τάχος, θᾶττον ἢ βάδην πρὸς τὸν υἱὸν ἐπειχθεὶς, καὶ περιβαλὼν καὶ ἀσπασάμενος, εὖ γε, εἶπεν, ὦ παῖ, φρονεῖς καὶ πράττεις, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης μέγεθος ἀνείληφας ἀρχῆς, οὕτω καὶ ἡμεῖς καὶ οἱ πρόγονοι τὴν Ῥώμην ηὐξήσαμεν, ἐν δευτέρῳ καὶ γονεῖς καὶ παῖδας ἀεὶ τῶν τῆς πατρίδος καλῶν τιθέμενοι.
24.3
λέγεται δʼ ὡς ἀληθῶς τοῦ Φαβίου τὸν πρόπαππον ἐν δόξῃ καὶ δυνάμει μεγίστῃ Ῥωμαίων γενόμενον πεντάκις μὲν αὑτὸν ὑπατεῦσαι καὶ θριάμβους ἐκ πολέμων μεγίστων ἐπιφανεστάτους καταγαγεῖν, ὑπατεύοντι δʼ υἱῷ πρεσβευτὴν συνεξελθεῖν ἐπὶ τὸν πόλεμον, ἐν δὲ τῷ θριάμβῳ τὸν μὲν εἰσελαύνειν ἐπὶ τεθρίππῳ, τὸν δʼ ἵππον ἔχοντα μετὰ τῶν ἄλλων ἐπακολουθεῖν, ἀγαλλόμενον ὅτι τοῦ μὲν υἱοῦ κύριος, τῶν δὲ πολιτῶν μέγιστος καὶ ὢν καὶ προσαγορευόμενος, ὕστερον αὑτὸν τοῦ νόμου καὶ τοῦ ἄρχοντος τίθησιν. ἀλλὰ γὰρ ἐκεῖνος οὐκ ἀπὸ τούτων μόνον θαυμαστὸς ἦν.