Thesauros Edebiyat biography Γάϊος Μάρκιος

Γάϊος Μάρκιος

Γάϊος Μάρκιος Plutarch
13.2 εἶτα ὥσπερ οὐκ ἀρκουμένους τούς μὲν ὑπὸ λιμοῦ διολλύναι τῶν πολιτῶν, τούς δὲ λοιμῷ προσβάλλειν, ἔτι καὶ πόλεμον αὐθαίρετον ἐπάγειν, ὅπως μηδὲν κακὸν ἀπῇ τῆς πόλεως, ὅτι δουλεύουσα τοῖς πλουσίοις ἀπεῖπε. τοιούτων ἀναπιμπλάμενος λόγων ὁ δῆμος οὔτε τῷ καταλόγῳ προσῄει τῶν ὑπάτων πρός τε τὴν ἀποικίαν διεβέβλητο.
13.3 τῆς δὲ βουλῆς διαπορουμένης ὁ Μάρκιος, ἤδη μεστὸς ὢν ὄγκου καὶ μέγας γεγονὼς τῷ φρονήματι καὶ θαυμαζόμενος ὑπὸ τῶν κρατίστων, φανερὸς ἦν μάλιστα τοῖς δημαγωγοῖς ἀνθιστάμενος, καὶ τὴν μὲν ἀποικίαν ἀπέστειλαν, ἐπιτιμίοις μεγάλοις τούς λαχόντας ἐξελθεῖν ἀναγκάσαντες· πρός δὲ τὴν στρατείαν παντάπασιν ἀπαγορευόντων, αὐτὸς ὁ Μάρκιος τούς τε πελάτας ἀναλαβὼν καὶ τῶν ἄλλων ὅσους ἔπεισε, κατέδραμε τὴν Ἀντιατῶν χώραν.
13.4 καὶ πολὺν μὲν σῖτον εὑρών, πολλῇ δὲ λείᾳ θρεμμάτων καὶ ἀνδραπόδων περιτυχών, αὑτῷ μὲν οὐδὲν ἐξείλετο, τούς δὲ στρατευσαμένους πολλὰ μὲν ἄγοντας ἔχων, πολλὰ δὲ φέροντας, ἐπανῆλθεν εἰς τὴν Ῥώμην, ὥστε τούς ἄλλους μεταμελομένους καὶ φθονήσαντας τοῖς εὐπορήσασιν ἄχθεσθαι τῷ Μαρκίῳ καὶ βαρύνεσθαι τὴν δόξαν αὐτοῦ καὶ τὴν δύναμιν, ὡς ἐπὶ τὸν δῆμον αὐξομένην.
14.1 ὀλίγου δὲ χρόνου μετῄει μὲν ὑπατείαν ὁ Μάρκιος, ἐκάμπτοντο δὲ οἱ πολλοί, καὶ τὸν δῆμον αἰδώς τις εἶχεν ἄνδρα καὶ γένει καὶ ἀρετῇ πρῶτον ἀτιμάσαι καὶ καταβαλεῖν ἐπὶ τοσούτοις καὶ τηλικούτοις εὐεργετήμασι. καὶ γὰρ ἔθος ἦν τοῖς μετιοῦσι τὴν ἀρχὴν παρακαλεῖν καὶ δεξιοῦσθαι τοὺς πολίτας ἐν ἱματίῳ κατιόντας εἰς τὴν ἀγορὰν ἄνευ χιτῶνος, εἴτε μᾶλλον ἐκταπεινοῦντας ἑαυτοὺς τῷ σχήματι πρὸς τὴν δέησιν, εἴτε δεικνύντας οἷς ἦσαν ὠτειλαί προφανῆ τὰ σύμβολα τῆς ἀνδρείας.
14.2 οὐ γὰρ ὑποψίᾳ δήπου διανομῆς ἀργυρίου καὶ δεκασμῶν ἄζωστον ἐβούλοντο προσιέναι καὶ ἀχίτωνα τοῖς πολίταις τὸν δεόμενον αὐτῶν ὀψὲ γὰρ μετὰ πολὺν χρόνον ὠνὴ καὶ πρᾶσις ἐπεισῆλθε, καὶ συνεμίγη ταῖς ἐκκλησιαστικαῖς ψήφοις ἀργύριον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi