14.3
ἐκ δὲ τούτου καὶ δικαστῶν θιγοῦσα καὶ στρατοπέδων ἡ δωροδοκία περιέστησεν εἰς μοναρχίαν τὴν πόλιν, ἐξανδραποδισαμένη τὰ ὅπλα τοῖς χρήμασιν. οὐ γὰρ κακῶς ἔοικεν εἰπεῖν ὁ εἰπὼν ὅτι πρῶτος κατέλυσε τὸν δῆμον ὁ πρῶτος ἑστιάσας καὶ δεκάσας. φαίνεται δὲ κρύφα καὶ κατὰ μικρὸν ὑπορρέον οὐκ εὐθὺς ἔκδηλον ἐν Ῥώμῃ γενέσθαι τὸ κακόν.
14.4
οὐ γὰρ ἴσμεν ὅστις ἦν ὁ δεκάσας πρῶτος ἐν Ῥώμῃ δῆμον ἢ δικαστήριον· Ἀθήνησι δὲ λέγεται πρῶτος ἀργύριον δοῦναι δικασταῖς Ἄνυτος ὁ Ἀνθεμίωνος, προδοσίας περὶ Πύλου κρινόμενος, ἐν τοῖς Πελοποννησιακοῖς ἤδη τελευτῶσιν, ὁπηνίκα τὸ χρυσοῦν ἔτι γένος καὶ ἀκήρατον ἐν Ῥώμῃ τὴν ἀγορὰν κατεῖχεν.
15.1
ἀλλὰ τοῦ γε Μαρκίου πολλὰς ὑποφαίνοντος ὠτειλὰς ἀπὸ πολλῶν ἀγώνων, ἐν οἷς ἐπρώτευσεν ἑπτακαίδεκα ἔτη συνεχῶς στρατευόμενος, ἐδυσωποῦντο τὴν ἀρετὴν, καὶ λόγον ἀλλήλοις ἐδίδοσαν ὡς ἐκεῖνον ἀποδείξοντες. ἐπεὶ δέ, τῆς ἡμέρας ἐν ᾗ τὴν ψῆφον ἔδει φέρειν ἐνστάσης, ὁ Μάρκιος εἰς ἀγορὰν ἐνέβαλε σοβαρῶς ὑπὸ τῆς βουλῆς προπεμπόμενος, καὶ πάντες οἱ πατρίκιοι περὶ αὐτὸν ἐγένοντο φανεροὶ πρὸς μηδένʼ οὕτω μηδέποτε σπουδάσαντες,
15.2
ἐξέπεσον αὖθις οἱ πολλοὶ τῆς πρὸς αὐτὸν εὐνοίας, εἰς τὸ νεμεσᾶν καὶ φθονεῖν ὑποφερόμενοι. προσῆν δὲ τῷ πάθει τούτῳ καὶ δέος, εἰ γένοιτο τῆς ἀρχῆς κύριος ἀνὴρ ἀριστοκρατικὸς καὶ τοσοῦτον ἔχων ἐν τοῖς πατρικίοις ἀξίωμα, μὴ παντάπασιν ἀφέλοιτο τοῦ δήμου τὴν ἐλευθερίαν.
15.3
οὕτω δὴ φρονήσαντες ἀπεψηφίσαντο τὸν Μάρκιον, ὡς δʼ ἀνηγορεύθησαν ἕτεροι, βαρέως μὲν ἤνεγκεν ἡ βουλή δοκοῦσα προπεπηλακίσθαι μᾶλλον ἑαυτὴν ἢ τὸν Μάρκιον, αὐτὸς δʼ ἐκεῖνος οὐ μετρίως ἔσχεν οὐδʼ ἐπιεικῶς πρὸς τὸ συμβεβηκός, ἅτε δὴ πλεῖστα τῷ θυμοειδεῖ καὶ φιλονείκῳ μέρει τῆς ψυχῆς, ὡς ἔχοντι μέγεθος καὶ φρόνημα, κεχρημένος, τὸ δʼ ἐμβριθὲς καὶ τὸ πρᾷον, οὗ τὸ πλεῖστον ἀρετῇ πολιτικῇ μέτεστιν, ἐγκεκραμένον οὐκ ἔχων ὑπὸ λόγου καὶ παιδείας,