15.4
οὐδὲ τὴν ἐρημίᾳ ξύνοικον, ὡς Πλάτων ἔλεγεν, αὐθάδειαν εἰδὼς ὅτι δεῖ μάλιστα διαφεύγειν ἐπιχειροῦντα πράγμασι κοινοῖς καὶ ἀνθρώποις ὁμιλεῖν, καὶ γενέσθαι τῆς πολλὰ γελωμένης ὑπʼ ἐνίων ἀνεξικακίας ἐραστήν. ἀλλʼ ἁπλοῦς τις ὢν ἀεὶ καὶ ἀτενής, καὶ τὸ νικᾶν καὶ κρατεῖν ἁπάντων πάντως ἀνδρείας ἔργον ἡγούμενος, οὐκ ἀσθενείας καὶ μαλακίας, ἐκ τοῦ πονοῦντος καὶ πεπονθότος μάλιστα τῆς ψυχῆς, ὥσπερ οἴδημα, τὸν θυμὸν ἀναδιδούσης, ἀπῄει ταραχῆς μεστὸς ὢν καὶ πικρίας πρὸς τὸν δῆμον.
15.5
οἱ δʼ ἐν ἡλικίᾳ τῶν πατρικίων, ὅ τι περ ἦν ἐν τῇ πόλει μάλιστα γαυρούμενον εὐγενείᾳ καὶ ἀνθοῦν, ἀεί τε θαυμαστῶς ἐσπουδάκεσαν περὶ τὸν ἄνδρα, καὶ τότε προσκείμενοι καὶ παρόντες οὐκ ἐπʼ ἀγαθῷ τὸν θυμὸν ἐξερρίπιζον αὐτοῦ τῷ συναγανακτεῖν καὶ συναλγεῖν. ἦν γὰρ ἡγεμὼν αὐτοῖς καὶ διδάσκαλος εὐμενὴς τῶν πολεμικῶν ἐν ταῖς στρατείαις, καὶ ζῆλον ἀρετῆς ἄνευ φθόνου πρὸς ἀλλήλους γαυρῶσαι τοὺς κατορθοῦντας.
16.1
ἐν τούτῳ δὲ σῖτος ἧκεν εἰς Ῥώμην, πολὺς μέν ὠνητὸς ἐξ Ἰταλίας, οὐκ ἐλάττων δὲ δωρητὸς ἐκ Συρακουσῶν, Γέλωνος τοῦ τυράννου πέμψαντος· ὥστε τοὺς πλείστους ἐν ἐλπίσι γενέσθαι χρησταῖς, ἅμα τῆς ἀπορίας καὶ τῆς διαφορᾶς τὴν πόλιν ἀπαλλαγήσεσθαι προσδοκῶντας, εὐθὺς οὖν βουλῆς ἀθροισθείσης περιχυθεὶς ὁ δῆμος ἔξωθεν ἐκαραδόκει τό τέλος, ἐλπίζων ἀγορᾷ τε χρήσεσθαι φιλανθρώπῳ καὶ προῖκα τὰς δωρεὰς νεμήσεσθαι. καὶ γὰρ ἔνδον ἦσαν οἱ ταῦτα τὴν βουλὴν πείθοντες.
16.2
ὁ μέντοι Μάρκιος ἀναστὰς σφόδρα καθήψατο τῶν χαριζομένων τοῖς πολλοῖς, δημαγωγοὺς καὶ προδότας ἀποκαλῶν τῆς ἀριστοκρατίας καὶ σπέρματα πονηρὰ θρασύτητος καὶ ὕβρεως εἰς ὄχλον ἀφειμένα τρέφοντας καθʼ αὑτῶν, ἃ καλῶς μέν εἶχε μὴ περιιδεῖν ἐν ἀρχῇ φυόμενα μηδʼ ἰσχυρὸν ἀρχῇ τηλικαύτῃ ποιῆσαι τὸν δῆμον, ἤδη δὲ καὶ φοβερὸν εἶναι τῷ πάντα βουλομένοις αὐτοῖς ὑπάρχειν καὶ μηδὲν ἄκοντας βιάζεσθαι, μηδὲ πείθεσθαι τοῖς ὑπάτοις, ἀλλʼ ἀναρχίας ἔχοντας ἡγεμόνας ἰδίους ἄρχοντας προσαγορεύειν.