Thesauros Edebiyat biography Γάϊος Μάρκιος

Γάϊος Μάρκιος

Γάϊος Μάρκιος Plutarch
17.3 τότε μὲν οὖν ἑσπέρα καταλαβοῦσα τὴν ταραχὴν διέλυσεν· ἅμα δὲʼ ἡμέρᾳ τὸν δῆμον ἐξηγριωμένον ὁρῶντες οἱ ὕπατοι καὶ συντρέχοντα πανταχόθεν εἰς τὴν ἀγοράν ἔδεισαν ὑπὲρ τῆς πόλεως, καὶ τὴν βουλὴν ἀθροίσαντες ἐκέλευον σκοπεῖν ὅπως ἐπιεικέσι λόγοις καὶ δόγμασι χρηστοῖς πραΰνωσι καὶ καταστήσωσι τοὺς πολλούς, ὡς οὐ φιλοτιμίας οὖσαν ὥραν, οὐδʼ ὑπὲρ δόξης ἅμιλλαν, εἰ σωφρονοῦσιν, ἀλλὰ καιρὸν ἐπισφαλῆ καὶ ὀξὺν, εὐγνώμονος πολιτείας καὶ φιλανθρώπου δεόμενον.
17.4 εἰξάντων δὲ τῶν πλείστων προελθόντες ὡς ἐνῆν μάλιστα τῷ δήμῳ διελέγοντο καὶ κατεπράϋνον, ἀπολυόμενοί τε τὰς διαβολὰς ἐπιεικῶς καὶ τῷ νουθετοῦντι καὶ δάκνοντι μετρίως χρώμενοι, περὶ δὲ τιμῆς ὠνίων καὶ ἀγορᾶς οὐδὲν διοίσεσθαι πρὸς αὐτοὺς φάσκοντες.
18.1 ὡς οὖν ἐνεδίδου τὸ πολὺ τοῦ δήμου καὶ φανερὸν ἦν τῷ κοσμίως καὶ σωφρόνως ἀκούειν ἀγόμενον καὶ κηλούμενον, ἀνέστησαν οἱ δήμαρχοι, τῇ μὲν βουλῇ σωφρονούσῃ τὸν δῆμον ἀνθυπείξειν ὅσα καλῶς ἔχει φάσκοντες, τὸν δὲ Μάρκιον ἀπολογεῖσθαι κελεύοντες, εἰ μή φησιν ἐπὶ συγχύσει τῆς πολιτείας καὶ καταλύσει τοῦ δήμου τήν τε βουλὴν παροξύνειν καὶ καλούμενος ὑπʼ αὐτῶν ἀπειθῆσαι,
18.2 τέλος δὲ τοὺς ἀγορανόμους τύπτων ἐν ἀγορᾷ καὶ προπηλακίζων ἐμφύλιον, ὅσον ἐπʼ αὐτῷ, πόλεμον ἐξεργάσασθαι καὶ προαγαγεῖν εἰς ὅπλα τοὺς πολίτας. ἔλεγον δὲ ταῦτα βουλόμενοι τὸν Μάρκιον ἢ ταπεινὸν ἀποδεῖξαι, παρὰ φύσιν ὑφέντα τὸ φρόνημα καὶ θεραπεύοντα τὸν δῆμον, τῇ φύσει χρώμενον ἀνήκεστον ἀπεργάσασθαι τὴν πρὸς αὑτὸν ὀργήν ὃ μᾶλλον ἤλπιζον, ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός.
18.3 ἔστη μὲν γὰρ ὡς ἀπολογησόμενος, καὶ παρέσχεν αὐτῷ σιωπὴν καὶ ἡσυχίαν ὁ δῆμος· ὡς δʼ ἤρξατο πρὸς τοὺς ἀνθρώπους δεητικόν τινα λόγον προσδεχομένους οὐ μόνον ἐπαχθεῖ παρρησίᾳ χρῆσθαι καὶ πλείονι κατηγορίᾳ τῆς παρρησίας, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ διαθέσει προσώπου τήν ἐγγὺς ὑπεροψίας καὶ ὀλιγωρίας ἀφοβίαν ἐπιδεικνύμενος,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi