18.4
ὁ μὲν δῆμος ἐξετραχύνθη καὶ φανερὸς ἦν δυσανασχετῶν καὶ βαρυνόμενος τοῖς λεγομένοις, τῶν δὲ δημάρχων ὁ θρασύτατος Σικίννιος μικρὰ τοῖς συνάρχουσι διαλεχθείς, εἶτʼ εἰς μέσον ἀναγορεύσας ὡς θάνατος ὑπὸ τῶν δημάρχων τοῦ Μαρκίου κατέγνωσται, προσέταξε τοῖς ἀγορανόμοις ἀναγαγόντας αὐτὸν ἐπὶ τήν ἄκραν εὐθὺς ὦσαι κατὰ τῆς ὑποκειμένης φάραγγος.
18.5
ἁπτομένων δὲ τῶν ἀγορανόμων τοῦ σώματος ἔδοξε μὲν καὶ τῶν δημοτῶν πολλοῖς φρικτὸν εἶναι τὸ γιγνόμενον καὶ ὑπερήφανον, οἱ δὲ πατρίκιοι παντάπασιν ἐκστάντες καὶ περιπαθήσαντες ὥρμησαν ἀπὸ κραυγῆς βοηθεῖν, οἱ δὲ καὶ χερσὶ τοὺς ἐπιλαμβανομένους ἀνείργοντες καὶ καταμιγνύντες ἑαυτοῖς τὸν Μάρκιον·
18.6
ἔνιοι δὲ καὶ τὰς χεῖρας ὀρέγοντες ἐδέοντο τῶν πολλῶν, ἐπειδὴ λόγου τε καὶ φωνῆς οὐδὲν ἔργον ἦν ἐν ἀκοσμίᾳ τοσαύτῃ καὶ θορύβοις, ἄχρι οὗ συμφρονήσαντες οἱ φίλοι καὶ οἰκεῖοι τῶν δημάρχων ὡς ἄνευ φόνου πολλοῦ τῶν πατρικίων οὐκ ἔστιν ἐξαγαγεῖν οὐδὲ κολάσαι τὸν Μάρκιον, ἔπεισαν αὐτοὺς ἀφελεῖν τῆς τιμωρίας τὸ ἀλλόκοτον καὶ βαρύ, μὴ βίᾳ μηδʼ ἄκριτον ἀποκτιννύντας, ἀλλὰ τῷ δήμῳ ψῆφον ἐπενεγκεῖν ἀποδόντας.
18.7
ἐκ τούτου καταστὰς ὁ Σικίννιος ἠρώτα τοὺς πατρικίους τί βουλόμενοι τὸν Μάρκιον ἀφαιροῦνται τοῦ δήμου βουλομένου κολάζειν. ἐκείνων δὲ πάλιν ἀντερωτώντων τί μὲν οὖν διανοεῖσθε καὶ τί βούλεσθε ὑμεῖς, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις ἄνευ κρίσεως ἐπὶ τιμωρίαν ὠμὴν καὶ παράνομον οὕτως ἄγοντες; ἀλλὰ ταύτην μέν.
18.8
εἶπεν ὁ Σικίννιος, ὑμεῖς μὴ ποιεῖσθε πρόφασιν διαφορᾶς καὶ στάσεως πρὸς τὸν δῆμον ὃ γὰρ ἀξιοῦτε, δίδωσιν ὑμῖν, κριθῆναι τὸν ἄνδρα, σοὶ δέ, Μάρκιε, προαγορεύομεν εἰς τρίτην ἀγορὰν παρεῖναι καὶ πείθειν τοὺς πολίτας, εἰ μηδὲν ἀδικεῖς, ὡς ψήφῳ κρινοῦντας.
19.1
τότε μὲν οὖν ἠγάπησαν οἱ πατρίκιοι τήν διάλυσιν, καὶ τόν Μάρκιον ἀσμένως ἔχοντες ἀπῆλθον. ἐν δὲ τῷ μεταξὺ χρόνῳ τῆς τρίτης ἀγορᾶς (ἀγορᾶς δὲ ποιοῦσι Ῥωμαῖοι διʼ ἡμέρας ἐνάτης, νουνδίνας καλοῦντες) ἐλπίδα μὲν αὐτοῖς παρέσχε διακρούσεως στρατεία γενομένη πρὸς Ἀντιάτας, ὡς μῆκος ἕξουσα καὶ χρόνον ἐν ᾧ χειροήθης ὁ δῆμος ἔσται, τῆς ὀργῆς ἀπομαρανθείσης ἢ παντελῶς ἐκπεσούσης διʼ ἀσχολίαν καὶ πόλεμον·