Thesauros Edebiyat biography Γάϊος Μάρκιος

Γάϊος Μάρκιος

Γάϊος Μάρκιος Plutarch
32.1 ἐπανελθόντων δὲ τῶν πρέσβεων ἀκούσασα ἡ βουλή, καθάπερ ἐν χειμῶνι πολλῷ καὶ κλύδωνι τῆς πόλεως, ἄρασα τὴν ἀφʼ· ἱερᾶς ἀφῆκεν. ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν ἢ μυστηρίων ὀργιασταὶ ἢ φύλακες ἢ τὴν ἀπʼ οἰωνῶν πάτριον οὖσαν ἐκ παλαιῶν μαντικὴν ἔχοντες, τούτους πάντας ἀπιέναι πρὸς τὸν Μάρκιον ἐψηφίσαντο, κεκοσμημένους ὡς ἦν ἑκάστῳ νόμος ἐν ταῖς ἱερουργίαις· λέγειν δὲ ταὐτὰ, καὶ παρακαλεῖν ὅπως ἀπαλλάξας τὸν πόλεμον οὕτω διαλέγηται περὶ τῶν Οὐολούσκων τοῖς πολίταις.
32.2 ἐδέξατο μὲν οὖν εἰς τὸ στρατόπεδον τοὺς ἄνδρας, ἄλλο δʼ οὐδὲν ἔδωκεν οὐδʼ ἔπραξεν οὐδʼ εἶπε μαλακώτερον, ἀλλʼ ἐφʼ οἷς πρότερον ἐκέλευε ποιεῖσθαι τὰς διαλύσεις ἢ δέχεσθαι τὸν πόλεμον. ἐπανελθόντων οὖν τῶν ἱερέων ἔδοξεν ἀτρεμοῦντας ἐν τῇ πόλει τὰ τείχη φυλάττειν καὶ προσβάλλοντας ἀποκρούεσθαι τοὺς πολεμίους,
32.3 ἐν τῷ χρόνῳ μάλιστα καὶ τοῖς ἀπὸ τῆς τύχης παραλόγοις τιθεμένοις τὰς ἐλπίδας, ἐπεὶ διʼ αὑτῶν γε σωτήριον οὐδὲν ἠπίσταντο πράττοντες, ἀλλὰ ταραχὴ καὶ πτοία καὶ φήμη πονηρὰ τὴν πόλιν κατεῖχεν, ἄχρι οὗ συνέβη τι πρᾶγμα τῷ πολλάκις ὑφʼ Ὁμήρου λεγομένῳ, τῷ λεγομένῳ Coraës and Bekker, after Reiske (Amyot): τῶν λεγομένων. μὴ τάνυ δὲ πείθοντι πείθοντι Bekker, after Reiske: πεῖθον. τοὺς πολλούς, ὅμοιον.
32.4 λέγοντος γὰρ αὐτοῦ καὶ ἀναφωνοῦντος ἐπὶ ταῖς μεγάλαις πράξεσι καὶ παραλόγοις· τῷ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη· καὶ τὸ ἀλλά τις ἀθανάτων τρέψεν φρένας, ὅς γʼ ἐνὶ θυμῷ δήμου θῆκε φάτιν· καὶ τὸ ἤ τι ὀϊσσάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευε· καταφρονοῦσιν ὡς ἀδυνάτοις πράγμασι καὶ μυθεύμασιν ἀπίστοις τὸν ἑκάστου λογισμὸν τῆς προαιρέσεως ἄπιστον ἄπιστον Bekker has ἀκρατῆ (powerless to determine). καθιστάντος.
32.5 οὐ ποιεῖ δὲ τοῦτο Ὅμηρος, ἀλλὰ τὰ μὲν εἰκότα καὶ συνήθη καὶ κατὰ λόγον περαινόμενα τῷ ἐφʼ ἡμῖν ἀποδίδωσι, καὶ λέγει δήπου πολλάκις· αὐτὰρ ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμόν· καὶ, ὣς φάτο, Πηλείωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριζεν· καὶ πάλιν, ἀλλὰ τὸν οὔ τι πεῖθʼ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi