Thesauros Edebiyat biography Γάϊος Μάρκιος

Γάϊος Μάρκιος

Γάϊος Μάρκιος Plutarch
5.1 ἤδη δὲ καί δόξαν αὐτοῦ καί δύναμιν ἀπὸ τῆς ἀρετῆς ἐν τῇ πόλει μεγάλην ἔχοντος, ἡ βουλὴ τοῖς πλουσίοις ἀμύνουσα πρὸς τὸν δῆμον ἐστασίασε πολλὰ καί δεινὰ πάσχειν ὑπὸ τῶν δανειστῶν δοκοῦντα. τοὺς μὲν γὰρ κεκτημένους μέτρια πάντων ἀφῃροῦντο τῶν ὄντων ἐνεχυρασμοῖς καί πράσεσι, τοὺς δὲ παντελῶς ἀπόρους αὐτοὺς ἀπῆγον καί τὰ σώματα καθείργνυσαν αὐτῶν, ὠτειλὰς ἔχοντα τετρωμένων πολλὰς καί πεπονηκότων ἐν ταῖς ὑπὲρ τῆς πατρίδος στρατείαις,
5.2 ὧν τὴν τελευταίαν ἐδέξαντο πρὸς Σαβίνους, τῶν τε πλουσιωτάτων ἐπαγγειλαμένων μετριάσειν καί τῆς βουλῆς τὸν ἄρχοντα Μάρκον Οὐαλλέριον ἐγγυήσασθαι ψηφισαμένης. ἐπεὶ δὲ κἀκείνην ἀγωνισαμένοις τὴν μάχην προθύμως καί κρατήσασι τῶν πολεμίων οὐδὲν ἐγίνετο παρὰ τῶν δανειστῶν ἐπιεικές,
5.3 οὐδʼ ἡ βουλὴ προσεποιεῖτο μεμνῆσθαι τῶν ὡμολογημένων, ἀλλʼ ἀγομένους πάλιν περιεώρα καί ῥυσιαζομένους, θόρυβοι δὲ καί συστάσεις ἦσαν ἐν τῇ πόλει πονηραί, καί τοὺς πολεμίους οὐκ ἔλαθε ταραχωδῶς ἔχων ὁ δῆμος, ἀλλʼ ἐμβαλόντες ἐπυρπόλουν τὴν χώραν, τῶν δʼ ἀρχόντων εἰς τὰ ὅπλα τοὺς ἐν ἡλικίᾳ καλούντων οὐδεὶς ὑπήκουεν, οὕτω διέστησαν αἱ γνῶμαι πάλιν τῶν ἐν τέλει.
5.4 καί τινες μὲν ᾤοντο δεῖν ὑφίεσθαι τοῖς πένησι καί χαλάσαι τὸ σύντονον ἄγαν καί νόμιμον, ἔνιοι δʼ ἀντέτεινον, ὧν ἦν καὶ Μάρκιος, οὐ τὸ τῶν χρημάτων μέγιστον ἡγούμενος, ἀρχὴν δὲ καί πεῖραν ὕβρεως ὄχλου καὶ θρασύτητος ἐπανισταμένου τοῖς νόμοις, εἰ σωφρονοῦσι, παύειν καί σβεννύειν παρακελευόμενος.
6.1 συνιούσης δὲ περὶ τούτων πολλάκις ἐν ὀλίγῳ χρόνῳ τῆς βουλῆς καὶ μηδὲν τέλος ἐκφερούσης, συστάντες οἱ πένητες ἄφνω καὶ παρακαλέσαντες ἀλλήλους ἀπέλιπον τὴν πόλιν, καὶ καταλαβόντες ὄρος ὃ νῦν ἱερὸν καλεῖται, παρὰ τὸν Ἀνίωνα ποταμὸν ἐκαθέζοντο, πράττοντες μὲν οὐδὲν βίαιον οὐδὲ στασιαστικόν, ἐκπεπτωκέναι δὲ τῆς πόλεως ὑπὸ τῶν πλουσίων πάλαι βοῶντες, ἀέρα δὲ καὶ ὕδωρ καὶ τόπον ἐνταφῆναι πανταχοῦ τὴν Ἰταλίαν αὐτοῖς παρέξειν,
6.2 ὧν πλέον οὐδὲν οἰκοῦσι τὴν Ῥώμην ὑπάρχειν αὐτοῖς, ἀλλʼ ἢ τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ὑπὲρ τῶν πλουσίων στρατευομένοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi