Thesauros Edebiyat biography Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις

Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις

Ἀλκιβιάδου καὶ Κοριολὰνου σύγκρισις Plutarch
4.3 πείσαντα γὰρ ἔδει τοὺς πεπιστευκότας ἀπελθεῖν, εἰ τοῦ πρὸς ἐκείνους δικαίου πλεῖστον ἐποιεῖτο λόγον. εἰ δὲ μηδὲν ἐφρόντιζεν Οὐολούσκων, ἀλλὰ τὴν ὀργὴν ἐμπλῆσαι τὴν ἑαυτοῦ βουλόμενος ἐνῆγε τὸν πόλεμον, εἶτʼ ἔληξεν, οὐ διὰ τὴν μητέρα καλῶς εἶχε φείσασθαι τῆς πατρίδος, ἀλλὰ σὺν τῇ πατρίδι τῆς μητρός· μέρος γὰρ ἦν καὶ ἡ μήτηρ καὶ ἡ γυνὴ τῆς πατρίδος ἦν ἐπολιόρκει.
4.4 τὸ δὲ δημοσίαις ἱκεσίαις καὶ δεήσει πρέσβεων καὶ λιταῖς ἱερέων ἀπηνῶς χρησάμενον εἶτα χαρίσασθαι τῇ μητρὶ τὴν ἀναχώρησιν, οὐ τῆς μητρὸς ἦν τιμὴ, ἀλλʼ ἀτιμία τῆς πατρίδος, οἴκτῳ καὶ παραιτήσει διὰ μίαν γυναῖκα σῳζομένης, ὡς οὐκ ἀξίας σῴζεσθαι διʼ αὑτήν, ἐπίφθονος γὰρ ἡ χάρις καὶ ὠμὴ καὶ ἀχάριστος ἀληθῶς καὶ πρὸς οὐδετέρους ἔχουσα τὸ εὔγνωμον· ἀνεχώρησε γὰρ μήτε πεισθεὶς ὑπὸ τῶν πολεμουμένων μήτε πείσας τοὺς συμπολεμοῦντας.
4.5 ὧν αἴτιον ἁπάντων τὸ ἀνομίλητον τοῦ τρόπου καὶ λίαν ὑπερήφανον καὶ αὔθαδες, ὃ καθʼ αὑτὸ μὲν ἐπαχθές ἐστι τοῖς πολλοῖς, τῷ δὲ φιλοτίμῳ προσὸν γίνεται παντάπασιν ἄγριον καὶ ἀπαραίτητον. οὐ γὰρ θεραπεύουσι τοὺς πολλοὺς ὡς μὴ δεόμενοι τιμῆς, εἶτα χαλεπαίνουσι μὴ τυγχάνοντες. ἐπεὶ τό γε μὴ λιπαρῆ μηδὲ θεραπευτικὸν ὄχλων εἶναι καὶ Μέτελλος εἶχε καὶ Ἀριστείδης καὶ Ἐπαμεινώνδας·
4.6 ἀλλὰ τῷ καταφρονεῖν ἀληθῶς ὧν δῆμός ἐστι καὶ δοῦναι καὶ ἀφελέσθαι κύριος, ἐξοστρακιζόμενοι καὶ ἀποχειροτονούμενοι καὶ καταδικαζόμενοι πολλάκις οὐκ ὠργίζοντο τοῖς πολίταις ἀγνωμονοῦσιν, ἀλλʼ ἠγάπων αὖθις μεταμελομένους καὶ διηλλάττοντο παρακαλούντων. τὸν γὰρ ἥκιστα θεραπευτικὸν ἥκιστα πρέπει τιμωρητικὸν εἶναι τῶν πολλῶν, ὡς τὸ χαλεπαίνειν μάλιστα μὴ τυγχάνοντα τῆς τιμῆς ἐκ τοῦ σφόδρα γλίχεσθαι φυόμενον.
5.1 Ἀλκιβιάδης μὲν οὖν οὐκ ἠρνεῖτο τιμώμενος χαίρειν καὶ δυσφορεῖν παρορώμενος, ὅθεν ἐπειρᾶτο προσφιλὴς εἶναι τοῖς παροῦσι καὶ κεχαρισμένος· Μάρκιον δὲ θεραπεύειν μὲν οὐκ εἴα τοὺς τιμᾶν δυναμένους καὶ αὔξειν τὸ ὑπερήφανον, ὀργὴν δὲ καὶ λύπην ἀμελουμένῳ τὸ φιλότιμον παρεῖχε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi