1.1
ἐκκειμένων δὲ τῶν πράξεων, ὅσας ἡγούμεθα λόγου καὶ μνήμης ἀξίας εἶναι, τὰς μὲν πολεμικὰς ἐπʼ οὐδέτερον ποιούσας ῥοπὴν μεγάλην ὁρᾶν ἐστιν, ὁμαλῶς γὰρ ἀμφότεροι πολλὰ μὲν στρατιωτικῆς ἔργα τόλμης καὶ ἀνδρείας, πολλὰ δὲ καὶ τέχνης καὶ προνοίας στρατηγοῦντες ἐπεδείξαντο,
1.2
πλὴν εἰ μή τις θέλοι τὸν Ἀλκιβιάδην, ὅτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐν πολλοῖς ἀγῶσι νικῶν καὶ κατορθῶν διετέλεσεν, ἀποφαίνειν τελειότερον στρατηγόν ἐπεὶ τό γε παρόντας καὶ ἄρχοντας ὀρθοῦν ἀεὶ προδήλως τὰ οἰκεῖα καὶ προδηλότερον αὖ πάλιν βλάπτειν μεθισταμένους ἀμφοτέροις ὑπῆρξε.
1.3
πολιτείαν δὲ τὴν μὲν Ἀλκιβιάδου τὴν ἄγαν λαμυρὰν καὶ τὸ μὴ καθαρεῦον ἀναγωγίας καὶ βωμολοχίας ἐν τῷ πρὸς χάριν ὁμιλεῖν τοῖς πολλοῖς οἱ σώφρονες ἐβδελύττοντο, τὴν δὲ Μαρκίου παντάπασιν ἄχαριν καὶ ὑπερήφανον καὶ ὀλιγαρχικὴν γενομένην ἐμίσησεν ὁ Ῥωμαίων δῆμος.
1.4
οὐδετέραν μὲν οὖν ἐπαινετέον ὁ δὲ δημαγωγῶν καὶ χαριζόμενος τῶν ὅπως οὐ δόξουσι δημαγωγεῖν προπηλακιζόντων τοὺς πολλοὺς ἀμεμπτότερος· αἰσχρὸν μὲν γὰρ τὸ κολακεύειν δῆμον ἐπὶ τῷ δύνασθαι, τὸ δʼ ἰσχύειν ἐκ τοῦ φοβερὸν εἶναι καὶ κακοῦν καὶ πιέζειν πρὸς τῷ αἰσχρῷ καὶ ἄδικόν ἐστιν.
2.1
ὅτι τοίνυν ἁπλοῦς τις ὁ Μάρκιος ὑπείληπται τῷ τρόπῳ γεγονέναι καὶ αὐθέκαστος, ὁ δὲ Ἀλκιβιάδης πανοῦργος ἐν τῇ πολιτείᾳ καὶ ἀναλήθης, οὐκ ἄδηλόν ἐστι. μάλιστα δὲ κατηγοροῦσιν αὐτοῦ κακοήθειαν καὶ ἀπάτην, ᾗ τοὺς Λακεδαιμονίων πρέσβεις παρακρουσάμενος, ὡς Θουκυδίδης ἱστόρηκε, τὴν εἰρήνην ἔλυσεν.
2.2
ἀλλʼ αὕτη μὲν ἡ πολιτείᾳ, καίπερ εἰς πόλεμον αὖθις ἐμβαλοῦσα τὴν πόλιν, ἰσχυρὰν ἐποίησε καὶ φοβερὰν, τῆς Μαντινέων καὶ Ἀργείων συμμαχίας διʼ Ἀλκιβιάδου προσγενομένης· Μάρκιος δʼ ὅτι μὲν ἀπάτῃ καὶ αὐτὸς ἐξεπολέμωσε Ῥωμαίους καὶ Οὐολούσκους διαβαλὼν ψευδῶς τοὺς ἥκοντας ἐπὶ τὴν θέαν, Διονύσιος ἱστόρηκεν ἡ δʼ αἰτία φαυλότερον ποιεῖ τὸ ἔργον.