21.3
ἄλλους δʼ ἐκ τῆς Ἀχραδινῆς ἐκέλευεν ἐπιχειρεῖν, ὧν Ἰσίας ἡγεῖτο ὁ Κορίνθιος, τοὺς δὲ τρίτους ἐπῆγον ἐπὶ τὰς Ἐπιπολὰς Δείναρχος καὶ Δημάρετος, οἱ τὴν ὑστέραν ἀγαγόντες ἐκ Κορίνθου βοήθειαν.
21.4
ἅμα δὲ καὶ πανταχόθεν τῆς ἐφόδου γενομένης καὶ τῶν περὶ τὸν Ἱκέτην ἀνατραπέντων καὶ φευγόντων, τὸ μὲν ἁλῶναι τὴν πόλιν κατʼ ἄκρας καὶ γενέσθαι ταχέως ὑποχείριον ἐκπεσόντων τῶν πολεμίων δίκαιον ἀναθεῖναι τῇ τῶν μαχομένων ἀνδραγαθίᾳ καὶ τῇ δεινότητι τοῦ στρατηγοῦ,
21.5
τὸ δὲ μὴ ἀποθανεῖν τινα μηδὲ τρωθῆναι τῶν Κορινθίων ἴδιον ἔργον αὑτῆς ἡ Τιμολέοντος ἐπεδείξατο τύχη, καθάπερ διαμιλλωμένη πρὸς τὴν ἀρετὴν τοῦ ἀνδρός, ἵνα τῶν ἐπαινουμένων αὐτοῦ τὰ μακαριζόμενα μᾶλλον οἱ πυνθανόμενοι θαυμάζωσιν.
21.6
οὐ γὰρ μόνον Σικελίαν πᾶσαν οὐδʼ Ἰταλίαν εὐθὺς ἡ φήμη κατέσχεν, ἀλλʼ ἡμερῶν ὀλίγων ᾗ Ἑλλὰς διήχει τὸ μέγεθος τοῦ κατορθώματος, ὥστε τὴν τῶν Κορινθίων πόλιν ἀπιστοῦσαν εἰ διαπέπλευκεν ὁ στόλος, ὁμοῦ καὶ σεσῳσμένους καὶ νενικηκότας ἀκούειν τοὺς ἄνδρας.
21.7
οὕτως εὐρόησαν αἱ πράξεις, καὶ τοσοῦτο τῷ κάλλει τῶν ἔργων τὸ τάχος ἡ τύχη προσέθηκεν.
22.1
γενόμενος δὲ τῆς ἄκρας κύριος οὐκ ἔπαθε Δίωνι ταὐτὸ πάθος, οὐδʼ ἐφείσατο τοῦ τόπου διὰ τὸ κάλλος καὶ τὴν πολυτέλειαν τῆς κατασκευῆς, ἀλλὰ τὴν ἐκεῖνον διαβαλοῦσαν, εἶτʼ ἀπολέσασαν ὑποψίαν φυλαξάμενος ἐκήρυξε τῶν Συρακοσίων τὸν βουλόμενον παρεῖναι μετὰ σιδήρου καὶ συνεφάπτεσθαι κατασκαπτομένων τῶν τυραννικῶν ἐρυμάτων.
22.2
ὡς δὲ πάντες ἀνέβησαν, ἀρχὴν ἐλευθερίας ποιησάμενοι βεβαιοτάτην τὸ κήρυγμα καὶ τὴν ἡμέραν ἐκείνην, οὐ μόνον τὴν ἄκραν, ἀλλὰ καὶ τὰς οἰκίας καὶ τὰ μνήματα τῶν τυράννων ἀνέτρεψαν καὶ κατέσκαψαν.
22.3
εὐθὺς δὲ τὸν τόπον συνομαλύνας ἐνῳκοδόμησε τὰ δικαστήρια, χαριζόμενος τοῖς πολίταις καὶ τῆς τυραννίδος ὑπερτέραν ποιῶν τὴν δημοκρατίαν.
22.4
ἐπεὶ δὲ τὴν πόλιν ἑλὼν οὐκ εἶχε πολίτας, ἀλλὰ τῶν μὲν ἐν τοῖς πολέμοις καὶ ταῖς στάσεσι διαφθαρέντων, τῶν δὲ τὰς τυραννίδας φυγόντων, ἡ μὲν ἐν Συρακούσαις ἀγορὰ διʼ ἐρημίαν οὕτω πολλὴν καὶ βαθεῖαν ἐξέφυσεν ὕλην ὥστε τοὺς ἵππους ἐν αὐτῇ κατανέμεσθαι, τῶν ἱπποκόμων ἐν τῇ χλόῃ κατακειμένων,