Thesauros Edebiyat biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
32.5 ὁ δέ Πελοπίδας ἀπὸ τῶν ἄκρων κατιδὼν ἅπαν τὸ στρατόπεδον τῶν πολεμίων οὔπω μὲν εἰς φυγὴν τετραμμένον, ἤδη δὲ θορύβου καὶ ταραχῆς ἀναπιμπλάμενον, ἔστη καὶ περιέβλεψεν αὐτὸνπεριέβλεψεν αὐτὸν Sintenis’ correction of the MSS. περιέστησεν αὑτόν; Bekker, after Coraës and Amyot, corrects to περιεσκόπησεν αὐτόν. ζητῶν τὸν Ἀλέξανδρον. ὡς δʼ εἶδεν ἐπὶ τοῦ δεξιοῦ παραθαρρύνοντα καὶ συντάττοντα τοὺς μισθοφόρους, οὐ κατέσχε τῷ λογισμῷ τὴν ὀργήν,
32.6 ἀλλὰ πρὸς τὴν βλέψιν ἀναφλεχθείς καὶ τῷ θυμῷ παραδοὺς τὸ σῶμα καὶ τὴν ἡγεμονίαν τῆς πράξεως, πολὺ πρὸ τῶν ἄλλων ἐξαλόμενος ἐφέρετο βοῶν καὶ προκαλούμενος τὸν τύραννον. ἐκεῖνος μὲν οὖν οὐκ ἐδέξατο τὴν ὁρμὴν οὐδὲ ὑπέμεινεν, ἀλλʼ ἀναφυγὼν πρὸς τοὺς δοφυφόρους ἐνέκρυψεν ἑαυτόν, τῶν δὲ μισθοφόρων οἱ μὲν πρῶτοι συμβαλόντες εἰς χεῖρας ἀνεκόπησαν ὑπὸ τοῦ Πελοπίδου, τινὲς δὲ καὶ πληγέντες ἐτελεύτησαν,
32.7 οἱ δὲ πολλοὶ τοῖς δόρασι πόρρωθεν διὰ τῶν ὅπλων τύπτοντες αὐτὸν κατετραυμάτιζον, ἕως οἱ Θεσσαλοὶ περιπαθήσαντες ἀπὸ τῶν λόφων δρόμῳ προσεβοήθησαν, ἤδη πεπτωκότος, οἵ τε ἱππεῖς προσελάσαντες ὅλην ἐτρέψαντο τὴν φάλαγγα καὶ διώξαντες ἐπὶ πλεῖστον ἐνέπλησαν νεκρῶν τὴν χώραν, πλέον ἢ τρισχιλίους καταβαλόντες.
33.1 τὸ μὲν οὖν Θηβαίων τοὺς παρόντας ἐπὶ τῇ τοῦ Πελοπίδου τελευτῇ βαρέως φέρειν, πατέρα καὶ σωτῆρα καὶ διδάσκαλον τῶν μεγίστων καὶ καλλίστων ἀγαθῶν ἀποκαλοῦντας ἐκεῖνον, οὐ πάνυ θαυμαστὸν ἦν· οἱ δὲ Θεσσαλοὶ καὶ οἱ σύμμαχοι πᾶσαν ἀνθρωπίνῃ πρέπουσαν ἀρετῇ τιμὴν τοῖς ψηφίσμασιν ὑπερβαλόντες, ἔτι μᾶλλον ἐπεδείξαντο τοῖς πάθεσι τὴν πρὸς τὸν ἄνδρα χάριν,
33.2 τοὺς μὲν γὰρ παραγεγονότας τῷ ἔργῳ λέγουσι μήτε θώρακα θέσθαι μήτε ἵππον ἐκχαλινῶσαι μήτε τραῦμα δήσασθαι πρότερον, ὡς ἐπύθοντο τὴν ἐκείνου τελευτήν, ἀλλὰ μετὰ τῶν ὅπλων θερμοὺς ἰόντας ἐπὶ τὸν νεκρόν ὥσπερ αἰσθανόμενον, τὰ τῶν πολεμίων κύκλῳ περὶ τὸ σῶμα σωρεύειν λάφυρα, κεῖραι δὲ ἵππους, κείρασθαι δὲ καὶ αὐτούς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi