Thesauros Edebiyat biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
8.4 καὶ μόλις ποτὲ τῷ λογισμῷ συμφρονήσας ὅτι τρόπον τινὰ τὴν τῶν Λακεδαιμονίων σαλεύουσιν ἀρχὴν καὶ τῆς ἐκεῖθεν δυνάμεως ὑποβάλλονται κατάλυσιν, πιστεύσαντες ἀπόροις καὶ φυγαδικαῖς ἐλπίσιν, ἀπελθὼν οἴκαδε σιωπῇ πέμπει τινὰ τῶν φίλων πρὸς Μέλωνα καὶ Πελοπίδαν, ἀναβαλέσθαι κελεύων ἐν τῷ παρόντι καὶ περιμένειν βελτίονα καιρόν αὖθις ἀπαλλαγέντας εἷς Ἀθήνας. Χλίδων ἦν ὄνομα τῷ πεμφθέντι, καὶ κατὰ σπουδὴν οἴκαδε πρὸς αὑτὸν τραπόμενος καὶ τὸν ἵππον ἐξαγαγών ᾔτει τὸν χαλινόν.
8.5 ἀπορουμένης δὲ τῆς γυναικὸς ὡς οὐκ εἶχε δοῦναι, καὶ χρῆσαί τινὶ τῶν συνήθων λεγούσης, λοιδορίαι τὸ πρῶτον ἦσαν, εἶτα δυσφημίαι, τῆς γυναικὸς ἐπαρωμένης αὐτῷ τε κακὰς ὁδοὺς ἐκείνῳ καὶ τοῖς πέμπουσιν, ὥστε καὶ τὸν Χλίδωνα πολὺ τῆς ἡμέρας ἀναλώσαντα πρὸς τούτοις διʼ ὀργήν, ἅμα δὲ καὶ τὸ συμβεβηκὸς οἰωνισάμενον, ἀφεῖναι τὴν ὁδὸν ὅλως καὶ πρὸς ἄλλο τι τραπέσθαι. παρὰ τοσοῦτον μὲν ἦλθον αἱ μέγισται καὶ κάλλισται τῶν πράξεων εὐθὺς ἐν ἀρχῇ διαφυγεῖν τὸν καιρόν.
9.1 οἱ δὲ περὶ τὸν Πελοπίδαν ἐσθῆτας γεωργῶν μεταλαβόντες καὶ διελόντες αὑτοὺς ἄλλοι κατʼ ἄλλα μέρη τῆς πόλεως παρεισῆλθον ἔτι ἡμέρας οὔσης. ἦν δέ τι πνεῦμα καὶ νιφετός ἀρχομένου τρέπεσθαι τοῦ ἀέρος, καὶ μᾶλλον ἔλαθον καταπεφευγότων ἤδη διὰ τὸν χειμῶνα τῶν πλείστων εἰς τὰς οἰκίας, οἷς δὲ ἦν ἐπιμελὲς τὰ πραττόμενα γινώσκειν, ἀνελάμβανον τοὺς προσερχομένους καὶ καθίστων εὐθὺς εἰς τήν οἰκίαν τὸν Χάρωνος· ἐγένοντο δὲ σὺν τοῖς φυγάσι πεντήκοντα δυοῖν δέοντες.
9.2 τὰ δὲ περὶ τοὺς τυράννους οὕτως εἶχε. Φιλλίδας ὁ γραμματεὺς συνέπραττε μὲν, ὥσπερ εἴρηται, πάντα καὶ συνῄδει τοῖς φυγάσιν, εἰς δὲ τήν ἡμέραν ἐκείνην ἐκ παλαιοῦ κατηγγελκὼς τοῖς περὶ τὸν Ἀρχίαν πότον τινὰ καὶ συνουσίαν καὶ γύναια τῶν ὑπάνδρων, ἔπραττεν ὅτι μάλιστα ταῖς ἡδοναῖς ἐκλελυμένους καὶ κατοίνους μεταχειρίσασθαι παρέξειν τοῖς ἐπιτιθεμένοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi