2.3
ἠναγκάσθη δὲ ἀγορανομῶν δίκην ἀβούλητον εἰσενεγκεῖν. ἦν γὰρ αὐτῷ παῖς ὁμώνυμος ἐν ὥρᾳ, τὴν ὄψιν ἐκπρεπής, οὐχ ἧττον δὲ τῷ σωφρονεῖν καὶ πεπαιδεῦσθαι περίβλεπτος ὑπὸ τῶν πολιτῶν τούτῳ Καπετωλῖνος ὁ τοῦ Μαρκέλλου συνάρχων, ἀσελγὴς ἀνὴρ καὶ θρασύς, ἐρῶν λόγους προσήνεγκε. τοῦ δὲ παιδὸς τὸ μὲν πρῶτον αὐτοῦ καθʼ ἑαυτὸν ἀποτριψαμένου τὴν πεῖραν, ὡς δὲ αὖθις ἐπεχείρησε κατειπόντος πρὸς τὸν πατέρα, βαρέως ἐνεγκὼν ὁ Μάρκελλος προσήγγειλε τῇ βουλῇ τὸν ἄνθρωπον.
2.4
ὁ δὲ πολλὰς μὲν ἀποδράσεις καὶ παραγραφὰς ἐμηχανᾶτο, τοὺς δημάρχους ἐπικαλούμενος, ἐκείνων δὲ μὴ προσδεχομένων τὴν ἐπίκλησιν ἀρνήσει τὴν αἰτίαν ἔφευγε, καὶ μάρτυρος οὐδενὸς τῶν λόγων γεγονότος ἔδοξε μεταπέμπεσθαι τὸν παῖδα τῇ βουλῇ, παραγενομένου δʼ ἰδόντες ἐρύθημα καὶ δάκρυον καὶ μεμιγμένον ἀπαύστῳἀπαύστῳ Bekker corrects to ἀπλάστῳ (unfeigned), after Emperius. τῷ θυμουμένῳ τὸ αἰδούμενον, οὐδενὸς ἄλλου δεηθέντες τεκμηρίου κατεψηφίσαντο καὶ χρήμασιν ἐζημίωσαν Καπετωλῖνον, ἐξ ὧν ὁ Μάρκελλος ἀργυρᾶ λοιβεῖα ποιησάμενος τοῖς θεοῖς καθιέρωσεν.
3.1
ἐπεὶ δὲ τοῦ πρώτου τῶν Καρχηδονίων πολέμων ἔτει δευτέρῳ καὶ εἰκοστῷ συναιρεθέντος ἀρχαὶ πάλιν Γαλατικῶν ἀγώνων διεδέχοντο τὴν Ῥώμην, οἱ δὲ τὴν ὑπαλπείαν νεμόμενοι τῆς Ἰταλίας Ἴνσομβρες, Κελτικὸν ἔθνος, μεγάλοι καὶ καθʼ ἑαυτοὺς ὄντες, δυνάμεις ἐκάλουν, καὶ μετεπέμποντο Γαλατῶν τοὺς μισθοῦ στρατευομένους, οἳ Γαισάται καλοῦνται,
3.2
θαυμαστὸν μὲν ἐδόκει καὶ τύχης ἀγαθῆς γενέσθαι τὸ μὴ συρραγῆναι τὸν Κελτικὸν εἰς τὸ αὐτὸ τῷ Λιβυκῷ πόλεμον, ἀλλʼ ὥσπερ ἐφεδρείαν εἰληφότας τοὺς Γαλάτας, ὀρθῶς καὶ δικαίως ἀτρεμήσαντας μαχομένων ἐκείνων, οὕτω τότε δὴ τοῖς νενικηκόσιν ἐπαποδύεσθαι καὶ προκαλεῖσθαι σχολὴν ἄγοντας· οὐ μὴν ἀλλὰ μέγαν ἥ τε χώρα παρεῖχε φόβον, διὰ τὴν γειτνίασιν ὁμόρῳ καὶ προσοίκῳ πολέμῳ συνοισομένοις, καὶ τὸ παλαιὸν ἀξίωμα τῶν Γαλατῶν, οὓς μάλιστα Ῥωμαῖοι δεῖσαι δοκοῦσιν, ἅτε δὴ καὶ τὴν πόλιν ὑπʼ αὐτῶν ἀποβαλόντες,