Thesauros Edebiyat biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
22.4 καὶ γὰρ ὁ αὐλὸς εἰρήνης μέρος καὶ τὸ μύρτον Ἀφροδίτης φυτόν, ἣ μάλιστα θεῶν ἀπέχθεται βίᾳ καὶ πολέμοις. ὄβας δʼ οὐ παρὰ τὸν εὐασμόν, ὡς οἱ πολλοὶ νομίζουσιν, ὁ θρίαμβος οὗτος ὀνομάζεται καὶ γὰρ ἐκεῖνον ἐφευάζοντες καὶ ᾄδοντες παραπέμπουσιν, ἀλλʼ ὑφʼ Ἑλλήνων εἰς τὸ σύνηθες αὐτοῖς παρῆκται τοὔνομα, πεπεισμένων ἅμα καὶ Διονύσῳ τι τῆς τιμῆς προσήκειν, ὃν Εὔϊον καὶ Θρίαμβον ὀνομάζομεν. οὐχ οὕτω δὲ ἔχει τὸ ἀληθές, ἀλλʼ ἐπὶ μὲν τῷ μεγάλῳ θριάμβῳ βουθυτεῖν πάτριον ἦν τοῖς στρατηγοῖς, ἐπὶ δὲ τούτῳ πρόβατον ἔθυον. ὄβα δὲ τὰ πρόβατα Ῥωμαῖοι καλοῦσιν ἐκ τούτου καὶ τὸν θρίαμβον ὄβαν ὠνόμασαν.
22.5 ἄξιον δὲ καὶ τὸν Λακωνικὸν ἀποθεωρῆσαι νομοθέτην ὑπεναντίως τῷ Ῥωμαϊκῷ τάξαντα τὰς θυσίας, θύει γὰρ ἐν Σπάρτῃ τῶν ἀποστρατήγων ὁ μὲν διʼ ἀπάτης ἢ πειθοῦς ὃ βούλεται διαπραξάμενος βοῦν, ὁ δὲ διὰ μάχης ἀλεκτρυόνα. καίπερ γὰρ ὄντες πολεμικώτατοι μείζονα καὶ μᾶλλον ἀνθρώπῳ πρέπουσαν ἡγοῦντο τὴν διὰ λόγου καὶ συνέσεως πρᾶξιν ἢ τὴν μετὰ βίας καὶ ἀνδρείας, ταῦτα μὲν οὖν ὅπως ἔχει σκοπεῖν πάρεστι.
23.1 τοῦ δὲ Μαρκέλλου τὸ τέταρτον ὑπατεύοντος οἱ ἐχθροὶ τοὺς Συρακουσίους ἀνέπεισαν εἰς Ῥώμην ἀφικομένους κατηγορεῖν καὶ καταβοᾶν πρὸς τὴν σύγκλητον ὡς δεινὰ καὶ παράσπονδα πεπονθότας. ἔτυχε μὲν οὖν ἐν Καπιτωλίῳ θυσίαν τινὰ συντελῶν ὁ Μάρκελλος· ἔτι δὲ συγκαθεζομένῃ τῇ γερουσίᾳ τῶν Συρακουσίων προσπεσόντων καὶ δεομένων λόγου τυχεῖν καὶ δίκης, ὁ μὲν συνάρχων ἐξεῖργεν αὑτούς,
23.2 ἀγανακτῶν ὑπὲρ τοῦ Μαρκέλλου μὴ παρόντος, ὁ δὲ Μάρκελλος εὐθὺς ἧκεν ἀκούσας, καὶ πρῶτον μὲν ἐπὶ τοῦ δίφρου καθίσας ὡς ὕπατος ἐχρημάτιζεν, ἔπειτα, τῶν ἄλλων τέλος ἐχόντων, καταβὰς ἀπὸ τοῦ δίφρου καὶ καταστὰς ὥσπερ ἰδιώτης εἰς τὸν τόπον ἐν ᾧ λέγειν εἰώθασιν οἱ κρινόμενοι, τοῖς Συρακουσίοις ἐλέγχειν αὑτὸν παρεῖχεν.
23.3 οἱ δὲ δεινῶς μὲν συνεταράχθησαν πρὸς τὸ ἀξίωμα καὶ τὸ πεποιθὸς τοῦ ἀνδρός, καὶ τὸ ἐν τοῖς ὅπλοις ἀνυπόστατον ἔτι μᾶλλον ἐν τῇ περιπορφύρῳ φοβερὸν ἡγοῦντο καὶ δυσαντίβλεπτον. οὐ μὴν ἀλλὰ καὶ παραθαρρυνόντων αὐτοὺς τῶν διαφερομένων πρὸς τὸν Μάρκελλον ἤρξαντο τῆς κατηγορίας καὶ διεξῆλθον ὀλοφυρμῷ τινι μεμιγμένην δικαιολογίαν,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi