Thesauros Edebiyat biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
29.7 καὶ τὰ γινόμενα τούτου φράσαντος τοῖς λοχῶσι, προσελαύνοντα τόν Μάρκελλον ἐάσαντες ἐγγὺς προσελθεῖν ἐξαίφνης ἀνέστησαν, καὶ περιχυθέντες ἅμα πανταχόθεν ἠκόντιζον, ἔπαιον, ἐδίωκον τοὺς φεύγοντας, συνεπλέκοντο τοῖς ὑφισταμένοις· οὗτοι δʼ ἦσαν οἱ τεσσαράκοντα Φρεγελλανοί.
29.8 καὶ τῶν Τυρρηνῶν εὐθὺς ἐν ἀρχῇ διατρεσάντων αὐτοὶ συστραφέντες ἠμύνοντο πρὸ τῶν ὑπάτων, ἄχρι οὗ Κρισπῖνος μὲν ἀκοντίσμασι δυσὶ βεβλημένος ἐπέστρεψεν εἰς φυγὴν τόν ἵππον, Μάρκελλον δέ τις λόγχῃ πλατείᾳ διὰ τῶν πλευρῶν διήλασεν, ἣν λαγκίαν καλοῦσιν. οὕτω δὲ καὶ τῶν Φρεγελλανῶν οἱ περιόντες ὀλίγοι παντάπασιν αὐτὸν μὲν πεσόντα λείπουσι, τόν δʼ υἱὸν ἁρπάσαντες τετρωμένον φεύγουσιν ἐπὶ τὸ στρατόπεδον.
29.9 ἐγένοντο δὲ νεκροὶ μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα πλειους, αἰχμάλωτοι δὲ τῶν μὲν ῥαβδούχων πέντε, τῶν δὲ ἱππέων εἴκοσι δυεῖν δέοντες, ἐτελεύτησε δὲ καὶ Κρισπῖνος ἐκ τῶν τραυμάτων οὐ πολλὰς ἡμέρας ἐπιβιώσας. καὶ πάθος τοῦτο Ῥωμαίοις συνέπεσε πρότερον οὐ γεγονός, ἀμφοτέρους ἐξ ἑνὸς ἀγῶνος τοὺς ὑπάτους ἀποθανεῖν.
30.1 Ἀννίβᾳ δὲ τῶν μὲν ἄλλων ἐλάχιστος ἦν λόγος, Μάρκελλον δὲ πεπτωκέναι πυθόμενος αὐτὸς ἐξέδραμεν ἐπὶ τὸν τόπον, καὶ τῷ νεκρῷ παραστάς καὶ πολὺν χρόνον τήν τε ῥώμην τοῦ σώματος καταμαθὼν καὶ τὸ εἶδος, οὔτε φωνὴν ἀφῆκεν ὑπερήφανον, οὔτε ἀπʼ ὄψεως τὸ χαῖρον, ὡς ἄν τις ἐργώδη πολέμιον καὶ βαρὺν ἀπεκτονώς, ἐξέφηνεν,
30.2 ἀλλʼ ἐπιθαυμάσας τὸ παράλογον τῆς τελευτῆς τὸν μὲν δακτύλιον ἀφείλετο, τὸ δὲ σῶμα κοσμήσας πρέποντι κόσμῳ καὶ περιστείλας ἐντίμως ἔκαυσε καὶ τὰ λείψανα συνθεὶς εἰς κάλπιν ἀργυρᾶν, καὶ χρυσοῦν ἐμβαλὼν στέφανον, ἀπέστειλε πρὸς τὸν υἱόν. τῶν δὲ Νομάδων τινὲς περιτυχόντες τοῖς κομίζουσιν ὥρμησαν ἀφαιρεῖσθαι τὸ τεῦχος, ἀντιλαμβανομένων δʼ ἐκείνων ἐκβιαζόμενοι καὶ μαχόμενοι διέρριψαν τὰ ὀστᾶ.
30.3 πυθόμενος δὲ Ἀννίβας, καὶ πρὸς τοὺς παρόντας εἰπὼν, οὐδὲν ἄρα δυνατὸν γενέσθαι ἄκοντος θεοῦ τοῖς μὲν Νομάσιν ἐπέθηκε δίκην, οὐκέτι δὲ κομιδῆς ἢ συλλογῆς τῶν λειψάνων ἐφρόντισεν, ὡς δὴ κατὰ θεόν τινα καὶ τῆς τελευτῆς καὶ τῆς ἀταφίας παραλόγως οὕτω τῷ Μαρκέλλῳ γενομένης.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi