Thesauros Edebiyat biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
16.8 ἀλλʼ ὥσπερ ἔξωθεν ἐφορῶν διεκυβέρνα τὸν πόλεμον, αὐτὸς μεταθέων ἑκασταχόσε καὶ παραβοηθῶν τοῖς ἐκβιάζεσθαι δοκοῦσιν. ἔνθα δὴ Λεοννάτος ὁ Μακεδὼν ἄνδρα κατιδὼν Ἰταλὸν ἐπέχοντα τῷ Πύρρῳ καὶ τὸν ἵππον ἀντιπαρεξάγοντα καὶ συμμεθιστάμενον ἀεὶ καὶ συγκινούμενον, ὁρᾷς, εἶπεν, ὦ βασιλεῦ, τὸν βάρβαρον ἐκεῖνον, ὃν ὁ μέλας ἵππος ὁ λευκόπους φέρει; μέγα τι βουλευομένῳ καὶ δεινὸν ὅμοιός ἐστι.
16.9 σοὶ γὰρ ἐνορᾷ καὶ πρὸς σὲ τέταται πνεύματος μεστὸς ὢν καὶ θυμοῦ, τοὺς δὲ ἄλλους ἐᾷ χαίρειν. ἀλλὰ σὺ φυλάττου τὸν ἄνδρα καὶ ὁ Πύρρος ἀπεκρίνατο, τὸ μὲν εἱμαρμένον, ὦ Λεοννάτε, διαφυγεῖν ἀδύνατον· χαίρων δὲ οὔτε οὗτος οὔτʼ ἄλλος τις Ἰταλῶν εἰς χεῖρας ἡμῖν σύνεισιν. ἔτι ταῦτα προσδιαλεγομένων ὁ Ἰταλὸς διαλαβὼν τὸ δόρυ καὶ συστρέψας τὸν ἵππον ὥρμησεν ἐπὶ τὸν Πύρρον.
16.10 εἶτα ἅμα παίει μὲν αὐτὸς τῷ δόρατι τοῦ βασιλέως τὸν ἵππον, παίει δὲ τὸν ἐκείνου παραβαλὼν ὁ Λεοννάτος. ἀμφοτέρων δὲ τῶν ἵππων πεσόντων τὸν μὲν Πύρρον οἱ φίλοι περισχόντες ἀνήρπασαν, τὸν δὲ Ἰταλὸν μαχόμενον διέφθειραν. ἦν δὲ τῷ γένει Φρεντανός, ἴλης ἡγεμών, Ὄπλακος ὄνομα.
17.1 τοῦτο δὲ ἐδίδαξε τὸν Πύρρον μᾶλλον φυλάττεσθαι· καὶ τοὺς ἱππεῖς ὁρῶν ἐνδιδόντας μετεπέμπετο τὴν φάλαγγα καὶ παρέταττεν, αὐτὸς δὲ τὴν χλαμύδα καὶ τὰ ὅπλα παραδοὺς ἑνὶ τῶν ἑταίρων Μεγακλεῖ, τοῖς δὲ ἐκείνου τρόπον τινὰ κατακρύψας ἑαυτόν ἐπῆγε τοῖς Ῥωμαίοις. δεξαμένων δὲ ἐκείνων καὶ συμβαλόντων χρόνον τε πολὺν εἱστήκει τὰ τῆς μάχης ἄκριτα, καὶ τροπὰς ἑπτὰ λέγεται φευγόντων ἀνάπαλιν καὶ διωκόντων γενέσθαι.
17.2 καὶ γὰρ ἡ διάμειψις τῶν ὅπλων ἐν καιρῷ πρὸς σωτηρίαν αὐτοῦ γεγονυῖα τοῦ βασιλέως ὀλίγον ἐδέησεν ἀνατρέψαι τὰ πράγματα καὶ διαφθεῖραι τὴν νίκην. πολλῶν γάρ ἐφιεμένων τοῦ Μεγακλέους, ὁ πρῶτος πατάξας καὶ καταβαλὼν αὐτόν, ὄνομα Δεξόος, ἀφαρπάσας τὸ κράνος καὶ τὴν χλαμύδα τῷ Λαιβίνῳ προσίππευσεν ἀναδεικνύων ἅμα καὶ βοῶν ἀνῃρηκέναι τὸν Πύρρον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi