Thesauros Edebiyat biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
25.4 αὕτη τὸν Μάνιον ἡ νίκη κατήγαγε μαχούμενον εἰς τὸ πεδίον· καὶ συμβαλὼν ἐκ προδήλου τὸ μὲν ἐτρέψατο τῶν πολεμίων, ἔστι δ’ ᾗ βιασθεὶς ὑπὸ τῶν θηρίων καὶ συσταλεὶς πρὸς τὸ στρατόπεδον τοὺς φύλακας ἐκάλει συχνοὺς ἐφεστῶτας τῷ χάρακι μετὰ τῶν ὅπλων καὶ ἀκμῆτας.
25.5 οἱ δὲ ἐπιφανέντες ἐκ τόπων ὀχυρῶν καὶ τὰ θηρία βάλλοντες ἠνάγκασαν ἀποστρέφεσθαι καὶ φυγῇ χωροῦντα διὰ τῶν συμμάχων ὀπίσω ταραχὴν ἀπεργάσασθαι καὶ σύγχυσιν, ἣ τὸ νίκημα παρέδωκε τοῖς Ῥωμαίοις, ἅμα δὲ καὶ τὸ κράτος τῆς ἡγεμονίας, καὶ γάρ φρόνημα καὶ δύναμιν καὶ δόξαν ὡς ἄμαχοι προσλαβόντες ἐκ τῆς ἀρετῆς ἐκείνης καὶ τῶν ἀγώνων Ἰταλίαν μὲν εὐθύς, ὀλίγῳ δὲ ὕστερον Σικελίαν κατέσχον.
26.1 οὕτω μὲν ἐξέπεσε τῶν Ἰταλικῶν καὶ Σικελικῶν ὁ Πύρρος ἐλπίδων, ἑξαετῆ χρόνον ἀναλώσας περὶ τοὺς ἐκεῖ πολέμους, καὶ τοῖς τοῖς Coraës and Bekker have τοῖς μὲν, after Muretus. πράγμασιν ἐλαττωθείς, τὸ δὲ ἀνδρεῖον ἀνίκητον ἐν ταῖς ἥτταις διαφυλάξας· καὶ νομισθεὶς ἐμπειρίᾳ μὲν πολεμικῇ καὶ χειρὶ καὶ τόλμῃ πολὺ πρῶτος εἶναι τῶν καθʼ αὑτὸν βασιλέων, ἃ δὲ ταῖς πράξεσιν ἐκτᾶτο ταῖς ἐλπίσιν ἀπολλύναι, διʼ ἔρωτα τῶν ἀπόντων οὐδὲν εἷς ὃ δεῖ θέσθαι τῶν ὑπαρχόντων φθάσας.
26.2 ὅθεν ἀπείκαζεν αὑτὸν ὁ Ἀντίγονος κυβευτῇ πολλὰ βάλλοντι καὶ καλά, χρῆσθαι δὲ οὐκ ἐπισταμένῳ τοῖς πεσοῦσι, κομίσας δὲ εἷς Ἤπειρον ὀκτακισχιλίους πεζοὺς καὶ πεντακοσίους ἱππεῖς, χρήματα δὴ οὐκ ἔχων ἐζήτει πόλεμον ᾧ θρέψει τὸ στράτευμα, καὶ τινων Γαλατῶν αὐτῷ προσγενομένων ἐνέβαλεν εἷς Μακεδονίαν Ἀντιγόνου τοῦ Δημητρίου βασιλεύοντος ὡς ἁρπαγῇ καὶ λεηλασίᾳ χρησόμενος.
26.3 ἐπεὶ δὲ καὶ πόλεις ἐλάμβανε συχνὰς καὶ στρατιῶται δισχίλιοι μετέστησαν ὡς αὐτόν, ἐλπίσας τι πλέον ὥρμησεν ἐπὶ τὸν Ἀντίγονον καὶ περὶ τὰ Στενὰ προσπεσὼν συνετάραξε τὴν στρατιὰν ἅπασαν, οἱ δὲ ἐπὶ τῆς οὐραγίας τοῦ Ἀντιγόνου τεταγμένοι Γαλάται, συχνοὶ τὸ πλῆθος ὄντες, ὑπέστησαν εὐρώστως· καὶ καρτερᾶς μάχης γενομένης τούτων μὲν οἱ πλεῖστοι κατεκόπησαν, οἱ δὲ τῶν ἐλεφάντων ἡγεμόνες ἐγκαταλαμβανόμενοι παρέδωκαν ἑαυτοὺς καὶ τὰ θηρία πάντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi