Thesauros Edebiyat biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
26.8 ὁ δὲ Κλεώνυμος ἦν μὲν γένους βασιλικοῦ, δοκῶν δὲ βίαιος εἶναι καὶ μοναρχικὸς οὔτʼ εὔνοιαν οὔτε πίστιν εἶχεν, ἀλλʼ Ἄρευς ἐβασίλευε. καὶ τοῦτο μὲν ἓν ἦν κοινὸν ἔγκλημα καὶ πρεσβύτερον αὐτῷ πρὸς τοὺς πολίτας· γυναῖκα δὲ καλὴν καὶ γένους βασιλικοῦ Χιλωνίδα τὴν Λεωτυχίδου πρεσβύτερος ὢν ἔγημεν ὁ Κλεώνυμος. ἢ δὲ Ἀκροτάτῳ τῷ Ἄρεως ἐπιμανεῖσα, μειρακίῳ καθʼ ὥραν ἀκμάζοντι, λυπηρὸν ἐρῶντι τῷ Κλεωνύμῳ καὶ ἄδοξον ὁμοῦ παρεῖχε τὸν γάμον οὐδένα γὰρ ἐλάνθανε Σπαρτιατῶν καταφρονούμενος ὑπὸ τῆς γυναικός.
26.9 οὕτω δὲ τῶν κατʼ οἶκον ἀνιαρῶν τοῖς πολιτικοῖς προσγενομένων ὑπʼ ὀργῆς καὶ βαρυθυμίας ἐπῆγε τῇ Σπάρτῃ τὸν Πύρρον, ἔχοντα δισμυρίους καὶ πεντακισχιλίους πεζούς, δισχιλίους δ’ ἱππεῖς, ἐλέφαντας δὲ εἰκοσιτέσσαρας, ὥστε τῷ μεγέθει τῆς παρασκευῆς εὐθὺς εἶναι κατάδηλον οὐ Κλεωνύμῳ τὴν Σπάρτην, ἀλλὰ τὴν Πελοπόννησον ἑαυτῷ κτώμενον, ἐπεὶ τῷ γε λόγῳ καὶ πρὸς αὐτοὺς ἔξαρνος ἦν τοὺς Λακεδαιμονίους πρεσβεύσαντας εἷς Μεγάλην πόλιν.
26.10 ἔφη γάρ ἐλευθερώσων τὰς ὑπʼ Ἀντιγόνῳ πόλεις ἀφῖχθαι, καὶ νὴ Δία τοὺς νεωτέρους παῖδας εἷς Σπάρτην, εἰ μή τι κωλύει, πέμψων ἐντραφησομένους τοῖς Λακωνικοῖς ἔθεσιν, ὡς τούτῳ πλέον ἔχοιεν ἤδη τῶν πάντων βασιλέων, ταῦτα πλαττόμενος καὶ παράγων τοὺς ἐντυγχάνοντας αὐτῷ καθʼ ὁδόν, ὡς πρῶτον ἥψατο τῆς Λακωνικῆς ἁρπαγὴν ἐποιεῖτο καὶ λεηλασίαν·
26.11 ἐγκαλούντων δὲ τῶν πρέσβεων, ὅτι μὴ καταγγείλας πόλεμον ἐξενήνοχε πρὸς αὐτούς, ἀλλʼ οὐδʼ ὑμᾶς, ἔφη· τοὺς Σπαρτιάτας ἴσμεν ὅ τι ἂν μέλλητε ποιεῖν ἑτέροις προλέγοντας εἷς δὲ τῶν παρόντων, ὄνομα Μανδροκλείδας, εἶπε τῇ φωνῇ λακωνίζων αἰ μὲν ἐσσὶ τύ γε θεός, οὐδὲν μὴ πάθωμεν οὐ γὰρ ἀδικεῦμεν αἰ δ’ ἄνθρωπος, ἔσσεται καὶ τεῦ κάρρων ἄλλος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi