Thesauros Edebiyat biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
30.1 τὸν δὲ Πύρρον ἔσχε μέν τις ἀλκὴ καὶ φιλοτιμία μᾶλλον διὰ τοὺς προσγεγονότας κρατῆσαι τῆς πόλεως· ὡς δὲ οὐδὲν ἐπέραινε, πληγὰς λαβὼν ἀπέστη καὶ τὴν χώραν ἐπόρθει διανοούμενος αὐτόθι χειμάσαι. τὸ δὲ χρεὼν ἦν ἄφυκτον. ἐν γὰρ Ἄργει στάσις ἦν Ἀριστέου πρὸς Ἀρίστιππον. ἐπεὶ δὲ ὁ Ἀρίστιππος ἐδόκει χρῆσθαι φίλῳ τῷ Ἀντιγόνῳ, φθάσας ὁ Ἀριστέας ἐκάλει τὸν Πύρρον εἰς τὸ Ἄργος.
30.2 ὁ δὲ ἐλπίδας ἐξ ἐλπίδων ἀεὶ κυλίνδων, καὶ ταῖς μὲν εὐτυχίαις ἐπʼ ἄλλας χρώμενος ἀφορμαῖς, ἃ δὲ ἔπταιεν ἑτέροις βουλόμενος ἀναπληροῦν πράγμασιν, οὔτε ἧτταν οὔτε νίκην ὅρον ἐποιεῖτο τοῦ ταράττεσθαι καὶ ταράττειν. εὐθὺς οὖν ἀνεζεύγνυεν ἐπὶ τὸ Ἄργος· ὁ δὲ Ἄρευς ἐνέδρας τε πολλὰς ὑφεὶς καὶ καταλαβὼν τὰ χαλεπώτατα τῆς ὁδοῦ περιέκοπτε τοὺς Γαλάτας καὶ τοὺς Μολοσσοὺς ὀπισθοφυλακοῦντας.
30.3 τῷ δὲ Πύρρῳ προείρητο μὲν ἐκ τῶν ἱερῶν ἀλόβων γενομένων ὑπὸ τοῦ μάντεως ἀποβολή τινος τῶν ἀναγκαίων, παρὰ δὲ τὸν καιρὸν τότε τῷ θορύβῳ καὶ τῷ κινήματι τὸν λογισμὸν ἐκκρουσθεὶς ἐκέλευσε τὸν υἱὸν Πτολεμαῖον λαβόντα τοὺς ἑταίρους παραβοηθεῖν, αὐτὸς δὲ θᾶττον ἐκ τῶν στενῶν ἐφελκόμενος τὴν στρατιὰν ὑπῆγεν.
30.4 ὀξείας δὲ περὶ τὸν Πτολεμαῖον μάχης γενομένης, καὶ τῶν ἐπιλέκτων Λακεδαιμονίων, ὧν Εὔαλκος ἡγεῖτο, τοῖς μαχομένοις πρὸ αὐτοῦ συμπλεκομένων, ἀνὴρ πλήκτης καὶ δραμεῖν ὀξύς, Ὄρυσσος ὄνομα, Κρὴς Ἀπτεραῖος· ἐκ πλαγίου παραδραμὼν ἀγωνιζόμενον ἐκθύμως τὸν νεανίσκον ἐπάταξε καὶ κατέβαλε.
30.5 πεσόντος δὲ ἐκείνου καὶ τροπῆς γενομένης τῶν περὶ αὐτόν, οἱ Λακεδαιμόνιοι διώκοντες καὶ κρατοῦντες ἔλαθον εἰς τὸ πεδίον συνεμβαλόντες καὶ ἀποληφθέντες ὑπὸ τῶν ὁπλιτῶν, ἐφʼ οὓς ὁ Πύρρος ἄρτι τὸν θάνατον τοῦ παιδὸς ἀκηκοὼς καὶ περιπαθῶν ἐπέστρεψε τοὺς ἱππεῖς τῶν Μολοσσῶν, καὶ πρῶτος εἰσελάσας ἐνεπίμπλατο φόνου τῶν Λακεδαιμονίων, ἀεὶ μέν τις ἄμαχος καὶ δεινὸς ἐν τοῖς ὅπλοις φαινόμενος, τότε δὲ ὑπερβάλλων τόλμῃ καὶ βίᾳ τοὺς προτέρους ἀγῶνας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi