Thesauros Edebiyat biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
34.4 ἤδη δὲ σύνδηλον ἦν τὸ γεγονὸς πλείοσι, καὶ προσδραμὼν ὁ Ἀλκυονεὺς ᾔτησε τὴν κεφαλὴν ὡς ἂν κατανοήσων λαβὼν δὲ ἀφίππευσε πρὸς τὸν πατέρα, καὶ καθεζομένῳ μετὰ τῶν φίλων προσέβαλε, θεασάμενος δὲ καὶ γνοὺς ὁ Ἀντίγονος τὸν μὲν υἱὸν ἀπήλασε τῇ βακτηρίᾳ παίων καὶ καλῶν ἐναγῆ καὶ βάρβαρον, αὐτὸς δὲ τὴν χλαμύδα προθέμενος τοῖς ὄμμασιν ἐδάκρυσεν, Ἀντιγόνου τοῦ πάππου μνησθεὶς καὶ Δημητρίου τοῦ πατρός, οἰκείων παραδειγμάτων εἴς τύχης μεταβολήν.
34.5 τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν· ἐπεὶ δὲ ὁ Ἀλκυονεὺς τῷ Ἑλένῳ περιτυχὼν ταπεινῷ καὶ χλαμύδιον λιτὸν ἀμπεχομένῳ φιλανθρώπως ἐνέτυχε καὶ τῷ πατρὶ προσήγαγεν, ἰδὼν ὁ Ἀντίγονος βελτίονα μὲν, εἶπεν, ὦ παῖ, ταῦτα τῶν προτέρων, προτέρων Bekker, adopts the πρότερον of Muretus. ἀλλʼ οὐδὲ νῦν ὀρθῶς τῷ μὴ περιελεῖν τὴν ἐσθῆτα ταύτην, ἣ μᾶλλον ἡμᾶς καταισχύνει τοὺς κρατεῖν δοκοῦντας.
34.6 ἐκ τούτου φιλοφρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἴς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενόμενος.
← Önceki 41 / 41

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi