20.4
ἐπεὶ δὲ ἀναγνόντες οἱ ἔφοροι τὴν ἐπιστολὴν ἔδειξαν αὐτῷ, καὶ συνῆκεν ὡς οὐκ ἆρʼ Ὀδυσσεύς ἐστιν αἱμύλος μόνος, Unknown τότε μὲν ἰσχυρῶς τεθορυβημένος ἀπῆλθεν· ἡμέραις δὲ ὀλίγαις ὕστερον ἐντυχὼν τοῖς ἄρχουσιν ἔφη δεῖν αὐτὸν εἰς Ἄμμωνος ἀναβῆναι καὶ τῷ θεῷ θῦσαι θυσίας ἃς εὔξατο πρὸ τῶν ἀγώνων.
20.5
ἔνιοι μὲν οὖν ἀληθῶς φασιν αὐτῷ πολιορκοῦντι τὴν τῶν Ἀφυταίων πόλιν ἐν Θρᾴκῃ κατὰ τοὺς ὕπνους παραστῆναι τὸν Ἄμμωνα· διὸ καὶ τὴν πολιορκίαν ἀφείς, ὡς τοῦ θεοῦ προστάξαντος, ἐκέλευσε τοὺς Ἀφυταίους Ἄμμωνι θύειν καὶ τὸν θεὸν ἐσπούδασεν εἰς τὴν Λιβύην πορευθεὶς ἐξιλάσασθαι.
20.6
τοῖς δὲ πλείστοις ἐδόκει πρόσχημα ποιεῖσθαι τὸν θεόν, ἄλλως δὲ τοὺς ἐφόρους δεδοικὼς καὶ τὸν οἴκοι ζυγὸν οὐ φέρων οὐδʼ ὑπομένων ἄρχεσθαι πλάνης ὀρέγεσθαι καὶ περιφοιτήσεως τινός, ὥσπερ ἵππος ἐκ νομῆς ἀφέτου καὶ λειμῶνος αὖθις ἥκων ἐπὶ φάτνην καὶ πρὸς τὸ σύνηθες ἔργον αὖθις ἀγόμενος. ἣν μὲν γὰρ Ἔφορος τῆς ἀποδημίας ταύτης αἰτίαν ἀναγράφει, μετὰ μικρὸν ἀφηγήσομαι.
21.1
μόλις δὲ καὶ χαλεπῶς ἀφεθῆναι διαπραξάμενος ὑπὸ τῶν ἐφόρων ἐξέπλευσεν. οἱ δὲ βασιλεῖς ἀποδημήσαντος αὐτοῦ συμφρονήσαντες ὅτι ταῖς ἑταιρείαις τὰς πόλεις κατέχων διὰ παντὸς ἄρχει καὶ κύριός ἐστι τῆς Ἑλλάδος, ἔπρασσον ὅπως ἀποδώσουσι τοῖς δημόταις τὰ πράγματα τοὺς ἐκείνου φίλους ἐκβαλόντες.
21.2
οὐ μὴν ἀλλὰ πάλιν πρὸς ταῦτα κινήματος γενομένου, καὶ πρώτων τῶν ἀπὸ Φυλῆς Ἀθηναίων ἐπιθεμένων τοῖς τριάκοντα καὶ κρατούντων, ἐπανελθὼν διὰ ταχέων ὁ Λύσανδρος ἔπεισε τοὺς Λακεδαιμονίους ταῖς ὀλιγαρχίαις βοηθεῖν καὶ τοὺς δήμους κολάζειν. καὶ πρώτοις τοῖς τριάκοντα πέμπουσιν ἑκατὸν τάλαντα πρὸς τὸν πόλεμον καὶ στρατηγὸν αὐτὸν Λύσανδρον.
21.3
οἱ δὲ βασιλεῖς φθονοῦντες καὶ δεδιότες μὴ πάλιν ἕλῃ τὰς Ἀθήνας, ἔγνωσαν ἐξιέναι τὸν ἕτερον αὐτῶν. ἐξῆλθε δὲ ὁ Παυσανίας, λόγῳ μὲν ὑπὲρ τῶν τυράννων ἐπὶ τὸν δῆμον, ἔργῳ δὲ καταλύσων τὸν πόλεμον, ὡς μὴ πάλιν ὁ Λύσανδρος διὰ τῶν φίλων κύριος γένοιτο τῶν Ἀθηνῶν. τοῦτο μὲν οὖν διεπράξατο ῥᾳδίως· καὶ τοὺς Ἀθηναίους διαλλάξας καὶ καταπαύσας τὴν στάσιν ἀφείλετο τοῦ Λυσάνδρου τὴν φιλοτιμίαν.