Thesauros Edebiyat biography Λύσανδρος

Λύσανδρος

Λύσανδρος Plutarch
27.2 Λύσανδρον δέ φασιν ὀργῇ φέρειν ὅτι τῆς δεκάτης ἀντεποιήσαντο τοῦ πολέμου Θηβαῖοι μόνοι, τῶν ἄλλων συμμάχων ἡσυχαζόντων, καὶ περὶ χρημάτων ἠγανάκτησαν ἃ Λύσανδρος εἰς Σπάρτην ἀπέστειλε, μάλιστα δὲ ἐπὶ τῷ παρασχεῖν ἀρχὴν Ἀθηναίοις ἐλευθερώσεως ἀπὸ τῶν τριάκοντα τυράννων, οὓς Λύσανδρος μὲν κατέστησε, Λακεδαιμόνιοι δὲ δύναμιν καὶ φόβον αὐτοῖς προστιθέντες ἐψηφίσαντο τοὺς φεύγοντας ἐξ Ἀθηνῶν ἀγωγίμους εἶναι πανταχόθεν, ἐκσπόνδους δὲ τοὺς ἐνισταμένους τοῖς ἄγουσι.
27.3 πρὸς ταῦτα γὰρ ἀντεψηφίσαντο Θηβαῖοι ψηφίσματα πρέποντα καὶ ἀδελφὰ ταῖς Ἡρακλέους καὶ Διονύσου πράξεσιν, οἰκίαν μὲν ἀνεῷχθαι πᾶσαν καὶ πόλιν ἐν Βοιωτίᾳ τοῖς δεομένοις Ἀθηναίων, τὸν δὲ τῷ ἀγομένῳ φυγάδι μὴ βοηθήσαντα ζημίαν ὀφείλειν τάλαντον, ἂν δέ τις Ἀθήναζε διὰ τῆς Βοιωτίας ἐπὶ τοὺς τυράννους ὅπλα κομίζῃ, μήτε ὁρᾶν τινα Θηβαῖον μήτε ἀκούειν.
27.4 καὶ οὐκ ἐψηφίσαντο μὲν οὕτως Ἑλληνικὰ καὶ φιλάνθρωπα, τὰς δὲ πράξεις τοῖς γράμμασιν ὁμοίας οὐ παρέσχον, ἀλλὰ Θρασύβουλος καὶ οἱ σὺν αὐτῷ Φυλὴν καταλαβόντες ἐκ Θηβῶν ὡρμήθησαν, ὅπλα καὶ χρήματα καὶ τὸ λαθεῖν καὶ τὸ ἄρξασθαι Θηβαίων αὐτοῖς συμπαρασκευασάντων. αἰτίας μὲν οὖν ταύτας ἔλαβε κατὰ τῶν Θηβαίων ὁ Λύσανδρος.
28.1 ἤδη δὲ παντάπασι χαλεπὸς ὢν ὀργὴν διὰ τὴν μελαγχολίαν ἐπιτείνουσαν εἰς γῆρας, παρώξυνε τοὺς ἐφόρους καὶ συνέπεισε φῆναι φρουρὰν ἐπʼ αὐτούς, καὶ λαβὼν τὴν ἡγεμονίαν ἐξεστράτευσεν. ὕστερον δὲ καὶ Παυσανίαν τὸν βασιλέα μετὰ στρατιᾶς ἀπέστειλαν.
28.2 ἀλλὰ Παυσανίας μὲν κύκλῳ περιελθὼν διὰ τοῦ Κιθαιρῶνος ἐμβάλλειν ἔμελλεν εἰς τὴν Βοιωτίαν, Λύσανδρος δὲ διὰ Φωκέων ἀπήντα στρατιώτας ἔχων πολλούς· καὶ τὴν μὲν Ὀρχομενίων πόλιν ἑκουσίως προσχωρήσασαν ἔλαβε, τὴν δὲ Λεβάδειαν ἐπελθὼν διεπόρθησεν. ἔπεμψε δὲ τῷ Παυσανίᾳ γράμματα κελεύων εἰς Ἁλίαρτον ἐκ Πλαταιῶν συνάπτειν, ὡς αὐτὸς ἅμʼ ἡμέρᾳ πρὸς τοῖς τείχεσι τῶν Ἁλιαρτίων γενησόμενος. ταῦτα τὰ γράμματα πρὸς τοὺς Θηβαίους ἀπηνέχθη, τοῦ κομίζοντος εἰς κατασκόπους τινὰς ἐμπεσόντος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi