Thesauros Edebiyat biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
17.7 τοῦ δὲ Γαβινίου τοῖς ἀνδράσι μαρτυρήσαντος ἀνδρείαν καὶ πίστιν, ἐκέλευσεν ἐπιχειρεῖν ὁ Σύλλας· αὐτὸς δὲ συνέταττε τὴν φάλαγγα καὶ διένειμε τοὺς ἱππότας ἐπὶ κέρως ἑκατέρου, τὸ δεξιὸν αὐτὸς ἔχων, τὸ δʼ εὐώνυμον ἀποδοὺς Μουρήνᾳ. Γάλβας δὲ καὶ Ὁρτήσιος οἱ πρεσβευταὶ σπείρας ἐπιτάκτους ἔχοντες ἔσχατοι παρενέβαλον ἐπὶ τῶν ἄκρων φύλακες πρὸς τὰς κυκλώσεις· ἑωρῶντο γὰρ οἱ πολέμιοι κατασκευάζοντες ἱππεῦσι πολλοῖς καὶ ψιλοῖς ποδώκεσιν εἰς ἐπιστροφὴν τὸ κέρας εὐκαμπὲς καὶ κοῦφον, ὡς μακρὰν ἀνάξοντες καὶ κυκλωσόμενοι τοὺς Ῥωμαίους.
18.1 ἐν δὲ τούτῳ τῶν Χαιρωνέων Ἐρίκιον ἄρχοντα παρὰ τοῦ Σύλλα λαβόντων καί περιελθόντων ἀδήλως τὸ Θούριον, εἶτα ἐπιφανέντων, θόρυβος ἦν πολὺς καί φυγὴ τῶν βαρβάρων καί φόνος ὑπʼ ἀλλήλων ὁ πλεῖστος, οὐ γὰρ ὑπέμειναν, ἀλλὰ κατὰ πρανοῦς φερόμενοι τοῖς τε δόρασι περιέπιπτον αὐτοὶ τοῖς ἑαυτῶν καί κατεκρήμνιζον ὠθοῦντες ἀλλήλους, ἄνωθεν ἐπικειμένων τῶν πολεμίων καί τὰ γυμνὰ παιόντων, ὥστε τρισχιλίους πεσεῖν περὶ τὸ Θούριον.
18.2 τῶν δὲ φευγόντων τοὺς μὲν εἰς τάξιν ἤδη καθεστὼς ὁ Μουρήνας ἀπετέμνετο καί διέφθειρεν ὑπαντιάζων, οἱ δὲ ὠσάμενοι πρὸς τὸ φίλιον στρατόπεδον καί τῇ φάλαγγι φύρδην ἐμπεσόντες ἀνέπλησαν δέους καί ταραχῆς τὸ πλεῖστον μέρος, καί διατριβὴν τοῖς στρατηγοῖς ἐνεποίησαν οὐχ ἥκιστα βλάψασαν αὐτούς, ὀξέως γὰρ ὁ Σύλλας ταρασσομένοις ἐπαγαγὼν καί τὸ μέσον διάστημα τῷ τάχει συνελὼν ἀφείλετο τὴν τῶν δρεπανηφόρων ἐνέργειαν.
18.3 ἔρρωται γὰρ μάλιστα μήκει δρόμου σφοδρότητα καὶ ῥύμην τῇ διεξελάσει διδόντος, αἱ δὲ ἐκ βραχέος ἀφέσεις ἄπρακτοι καί ἀμβλεῖαι, καθάπερ βελῶν τάσιν οὐ λαβόντων. ὃ δὴ καί τότε τοῖς βαρβάροις ἀπήντα καί τὰ πρῶτα τῶν ἁρμάτων ἀργῶς ἐξελαυνόμενα καί προσπίπτοντα νωθρῶς ἐκκρούσαντες οἱ Ῥωμαῖοι μετὰ κρότου καὶ γέλωτος ἄλλα ᾔτουν, ὥσπερ εἰώθασιν ἐν ταῖς θεατρικαῖς ἱπποδρομίαις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi