Thesauros Edebiyat biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
22.3 καὶ συνῆλθον ἐπὶ θαλάττῃ περὶ Δήλιον, οὗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνός ἐστιν, ἀρξαμένου δὲ τοῦ Ἀρχελάου διαλέγεσθαι, καὶ τὸν Σύλλαν ἀξιοῦντος ἀφέντα τήν Ἀσίαν καὶ τὸν Πόντον ἐπὶ τὸν ἐν Ῥώμῃ πόλεμον πλεῖν, χρήματα λαβόντα καὶ τριήρεις καὶ δύναμιν ὅσην βούλοιτο παρὰ τοῦ βασιλέως, ὑπολαβὼν ὁ Σύλλας Μιθριδάτου μὲν ἀμελεῖν ἐκέλευεν, αὐτὸν δὲ βασιλεύειν ἀντʼ ἐκείνου σύμμαχον Ῥωμαίων γενόμενον καὶ παραδόντα τὰς ναῦς.
22.4 ἀφοσιουμένου δὲ τοῦ Ἀρχελάου τήν προδοσίαν, εἶτα, ἔφη, σὺ μέν, ὦ Ἀρχέλαε, Καππαδόκης ὢν καὶ βαρβάρου βασιλέως δοῦλος, εἰ δὲ βούλει, φίλος, οὐχ ὑπομένεις ἐπὶ τηλικούτοις ἀγαθοῖς τὸ αἰσχρόν, ἐμοὶ δὲ ἡγεμόνι Ῥωμαίων ὄντι καὶ Σύλλᾳ τολμᾷς διαλέγεσθαι περὶ προδοσίας, ὥσπερ οὐκ ἐκεῖνος ὢν Ἀρχέλαος, ὁ φυγὼν μὲν ἐκ Χαιρωνείας ὀλιγοστὸς ἀπὸ μυριάδων δυοκαίδεκα, κρυφθεὶς δὲ δύο ἡμέρας ἐν τοῖς Ὀρχομενίων ἕλεσιν, ἄβατον δὲ τήν Βοιωτίαν ὑπὸ νεκρῶν πλήθους ἀπολελοιπώς;
22.5 ἐκ τούτου μεταβαλὼν ὁ Ἀρχέλαος καὶ προσκυνήσας ἐδεῖτο παύσασθαι τοῦ πολέμου καὶ διαλλαγῆναι πρὸς τὸν Μιθριδάτην. δεξαμένου δὲ τοῦ Σύλλα τήν πρόκλησιν ἐγένοντο συνθῆκαι, Μιθριδάτην μὲν Ἀσίαν ἀφεῖναι καὶ Παφλαγονίαν, ἐκστῆναι δὲ Βιθυνίας Νικομήδει καὶ Καππαδοκίαςκαὶ Καππαδοκίας Bekker, after Coraës: Καππαδοκίας. Ἀριοβαρζάνῃ, καταβαλεῖν δὲ Ῥωμαίοις δισχίλια τάλαντα καὶ δοῦναι ναῦς ἑβδομήκοντα χαλκήρεις μετὰ τῆς οἰκείας παρασκευῆς, Σύλλαν δὲ ἐκείνῳ τήν τε ἄλλην ἀρχὴν βεβαιοῦν καὶ σύμμαχον Ῥωμαίων ψηφίζεσθαι.
23.1 τούτων ὁμολογηθέντων ἀναστρέψας ἐβάδιζε διὰ Θετταλίας καὶ Μακεδονίας ἐπὶ τὸν Ἑλλήσποντον, ἔχων μεθʼ αὐτοῦ τὸν Ἀρχέλαον ἐν τιμῇ. καὶ νοσήσαντος ἐπισφαλῶς περὶ Λάρισσαν ἐπιστήσας τὴν πορείαν, ὡς ἑνὸς τῶν ὑπʼ αὐτὸν ἡγεμόνων καὶ στρατηγῶν ἐπεμελήθη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi