28.6
ἐπεὶ δὲ συνεχώρησεν ἄκων καὶ πρόσταγμα καταζεύξεως ἔδωκεν, ἀρχομένων αὐτῶν τὸν χάρακα βάλλειν καὶ τάφρον ὀρύσσειν πρὸ τῆς στρατοπεδείας, ἐπήλαυνε σοβαρῶς ὁ Μάριος προϊππεύων ὡς ἀτάκτους καὶ τεθορυβημένους διασκεδάσων. ἐνταῦθα τῷ Σύλλᾳ τὴν κατὰ τοὺς ὕπνους φωνὴν ὁ δαίμων συνετέλει. ὀργὴ γὰρ αὐτοῦ τοῖς στρατιώταις παρέστη, καὶ παυσάμενοι τῶν ἔργων τοὺς μὲν ὑσσοὺς κατέπηξαν ἐπὶ τῇ τάφρῳ, σπασάμενοι δὲ τὰ ξίφη καὶ συναλαλάξαντες ἐν χερσὶν ἦσαν τῶν πολεμίων.
28.7
οἱ δὲ οὐ πολὺν ὑπέστησαν χρόνον, ἀλλὰ γίνεται πολὺς φόνος αὐτῶν τραπέντων. Μάριος δὲ φεύγων εἰς Πραινεστὸν ἤδη τὰς πύλας εὗρε κεκλειμένας· καλωδίου δὲ ἄνωθεν ἀφεθέντος ἐνζώσας ἑαυτὸν ἀνελήφθη πρὸς τὸ τεῖχος, ἔνιοι δέ φασιν, ὧν καὶ Φαινεστέλλας ἐστίν, οὐδὲ αἰσθέσθαι τῆς μάχης τὸν Μάριον, ἀλλʼ ἐξ ἀγρυπνιῶν καὶ κόπων ὑπὸ σκιᾷ τινι χαμαὶ κατακλινέντα τοῦ συνθήματος δοθέντος ἐνδοῦναι πρὸς ὕπνον, εἶτα μόλις ἐξεγείρεσθαι τῆς φυγῆς γενομένης.
28.8
ἐν ταύτῃ τῇ μάχῃ Σύλλας φησὶν εἰκοσιτρεῖς μόνους ἀποβαλεῖν, ἀποκτεῖναι δὲ τῶν πολεμίων δισμυρίους καὶ λαβεῖν ζῶντας ὀκτακισχιλίους. καὶ τἆλλα δὲ ὁμοίως εὐτυχεῖτο διὰ τῶν στρατηγῶν, Πομπηΐου, Κράσσου, Μετέλλου, Σερουϊλίου. οὐδὲν γὰρ ἢ μικρὰ προσκρούσαντες οὗτοι μεγάλας συνέτριψαν δυνάμεις τῶν πολεμίων, ὥστε τὸν μάλιστα τὴν ἐναντίαν στάσιν συνέχοντα Κάρβωνα νύκτωρ ἀποδράντα τὴν ἑαυτοῦ στρατιὰν εἰς Λιβύην ἐκπλεῦσαι.
29.1
τὸν μέντοι τελευταῖον ἀγῶνα καθάπερ ἔφεδρος ἀθλητῇ καταπόνῳ προσενεχθεὶς ὁ Σαυνίτης Τελεσῖνος ἐγγὺς ἦλθε τοῦ σφῆλαι καὶ καταβαλεῖν ἐπὶ θύραις τῆς Ῥώμης. ἔσπευδε μὲν γὰρ ἅμα Λαμπωνίῳ τῷ Λευκανῷ χεῖρα πολλὴν ἀθροίσας ἐπὶ Πραινεστὸν ὡς ἐξαρπασόμενος τῆς πολιορκίας τὸν Μάριον·