Thesauros Edebiyat biography Σύλλας

Σύλλας

Σύλλας Plutarch
4.3 καὶ πολέμῳ μὲν αἱρεῖ πολὺ μέρος τῶν ἐν ταῖς Ἄλπεσι βαρβάρων, ἐπιλιπούσης δὲ τῆς ἀγορᾶς ἀναδεξάμενος τὴν ἐπιμέλειαν τοσαύτην ἐποίησε περιουσίαν, ὥστε τῶν Κάτλου στρατιωτῶν ἐν ἀφθόνοις διαγόντων καὶ τοῖς Μαρίου προσπαρασχεῖν. ἐφʼ ᾧ φησιν αὐτὸς ἰσχυρῶς ἀνιᾶσαι τὸν Μάριον.
4.4 ἡ μὲν οὖν ἔχθρα βραχεῖαν οὕτω καὶ μειρακιώδη λαβοῦσα τὴν πρώτην ὑπόθεσιν καὶ ἀρχήν, εἶτα χωροῦσα διʼ αἵματος ἐμφυλίου καὶ στάσεων ἀνηκέστων ἐπὶ τυραννίδα καὶ σύγχυσιν ἁπάντων πραγμάτων, ἀπέδειξε τὸν Εὐριπίδην σοφὸν ἄνδρα καὶ πολιτικῶν ἐπιστήμονα νοσημάτων, διακελευσάμενον φυλάττεσθαι τὴν φιλοτιμίαν ὡς ὀλεθριωτάτην καὶ κακίστην δαίμονα τοῖς χρωμένοις.
5.1 ὁ δὲ Σύλλας οἰόμενος αὑτῷ τὴν ἀπὸ τῶν πολεμικῶν δόξαν ἐπὶ τὰς πολιτικὰς πράξεις διαρκεῖν, καὶ δοὺς ἑαυτὸν ἀπὸ τῆς στρατείας εὐθὺς ἐπὶ τὴν τοῦ δήμου πρᾶξιν, ἐπὶ στρατηγίαν πολιτικὴν ἀπεγράψατο καὶ διεψεύσθη· τὴν δʼ αἰτίαν τοῖς ὄχλοις ἀνατίθησι. φησὶ γὰρ αὐτοὺς τὴν πρὸς Βόκχον εἰδότας φιλίαν, καὶ προσδεχομένους, εἰ πρὸ τῆς στρατηγίας ἀγορανομοίη, κυνηγέσια λαμπρὰ καὶ Λιβυκῶν θηρίων ἀγῶνας, ἑτέρους ἀποδεῖξαι στρατηγοὺς ὡς αὐτὸν ἀγορανομεῖν ἀναγκάσοντας.
5.2 ἔοικε δὲ τὴν ἀληθῆ τῆς ἀποτεύξεως αἰτίαν οὐχ ὁμολογῶν ὁ Σύλλας ἐλέγχεσθαι τοῖς πράγμασιν. ἐνιαυτῷ γὰρ κατόπιν ἔτυχε τῆς στρατηγίας, τοῦ δήμου τὸ μέν τι θεραπείᾳ, τὸ δὲ καὶ χρήμασι προσαγαγόμενος. διὸ δὴ καὶ στρατηγοῦντος αὐτοῦ, καὶ πρὸς Καίσαρα μετʼ ὀργῆς εἰπόντος ὡς χρήσεται τῇ ἰδίᾳ πρὸς αὐτὸν ἐξουσίᾳ, γελάσας ὁ Καῖσαρ, ὀρθῶς, ἔφη, τὴν ἀρχὴν ἰδίαν νομίζεις· ἔχεις γὰρ αὐτὴν πριάμενος.
5.3 μετὰ δὲ τὴν στρατηγίαν εἰς τὴν Καππαδοκίαν ἀποστέλλεται, τὸν μέν ἐμφανῆ λόγον ἔχων πρὸς τὴν στρατείαν Ἀριοβαρζάνην καταγαγεῖν, αἰτίαν δὲ ἀληθῆ Μιθριδάτην ἐπισχεῖν πολυπραγμονοῦντα καὶ περιβαλλόμενον ἀρχὴν καὶ δύναμιν οὐκ ἐλάττονα τῆς ὑπαρχούσης. ἰδίαν μέν οὖν δύναμιν οὐ πολλὴν ἐπήγετο, χρησάμενος δὲ τοῖς συμμάχοις προθύμοις, καὶ πολλοὺς μέν αὐτῶν Καππαδοκῶν, πλείονας δʼ αὖθις Ἀρμενίων προσβοηθοῦντας ἀποκτείνας, Γόρδιον μέν ἐξήλασεν, Ἀριοβαρζάνην δὲ ἀπέδειξε βασιλέα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi