1.6
τὸν δὲ Δάμωνα λῃστείαις καὶ καταδρομαῖς πορθοῦντα τὴν χώραν καὶ τῇ πόλει προσκείμενον ὑπηγάγοντο πρεσβείαις καὶ ψηφίσμασι φιλανθρώποις οἱ πολῖται, κατελθόντα δὲ γυμνασίαρχον κατέστησαν· εἶτʼ ἀλειφόμενον ἐν τῷ πυριατηρίῳ διέφθειραν. ἐπὶ πολὺν δὲ χρόνον εἰδώλων τινῶν ἐν τῷ τόπῳ προφαινομένων καὶ στεναγμῶν ἐξακουομένων, ὡς οἱ πατέρες ἡμῶν λέγουσι, τὰς θύρας ἀνῳκοδόμησαν τοῦ πυριατηρίου· καὶ μέχρι νῦν οἱ τῷ τόπῳ γειτνιῶντες οἴονταί τινας ὄψεις καὶ φωνὰς ταραχώδεις φέρεσθαι.
1.7
τοὺς δʼ ἀπὸ τοῦ γένους αὐτοῦ (διασώζονται γὰρ ἔνιοι, μάλιστα τῆς Φωκίδος περὶ Στεῖριν, αἰολίζοντες) ἀσβολωμένους καλοῦσι διὰ τὸ τὸν Δάμωνα πρὸς τὸν φόνον ἀσβόλῳ χρισάμενον ἐξελθεῖν.
2.1
ἐπεὶ δʼ ἀστυγείτονες ὄντες Ὀρχομένιοι καὶ διάφοροι τοῖς Χαιρωνεῦσιν ἐμισθώσαντο Ῥωμαϊκὸν συκοφάντην, ὁ δʼ ὥσπερ ἑνὸς ἀνθρώπου τὸ τῆς πόλεως ὄνομα κατενεγκὼν ἐδίωκε φόνου τῶν ὑπὸ τοῦ Δάμωνος ἀνῃρημένων, ἡ δὲ κρίσις ἦν ἐπὶ τοῦ στρατηγοῦ τῆς Μακεδονίας (οὔπω γὰρ εἰς τὴν Ἑλλάδα Ῥωμαῖοι στρατηγοὺς διεπέμποντο),
2.2
οἱ λέγοντες ὑπὲρ τῆς πόλεως ἐπεκαλοῦντο τὴν Λουκούλλου μαρτυρίαν, γράψαντος δὲ τοῦ στρατηγοῦ πρὸς Λούκουλλον ἐκεῖνος ἐμαρτύρησε τἀληθῆ, καὶ τὴν δίκην οὕτως ἀπέφυγεν ἡ πόλις κινδυνεύουσα περὶ τῶν μεγίστων. ἐκεῖνοι μὲν οὖν οἱ τότε σωθέντες εἰκόνα τοῦ Λουκούλλου λιθίνην ἐν ἀγορᾷ παρὰ τὸν Διόνυσον ἀνέστησαν, ἡμεῖς δʼ, εἰ καὶ πολλαῖς ἡλικίαις λειπόμεθα, τὴν μὲν χάριν οἰόμεθα διατείνειν καὶ πρὸς ἡμᾶς τοὺς νῦν ὄντας,
2.3
εἰκόνα δὲ πολὺ καλλίονα νομίζοντες εἶναι τῆς τὸ σῶμα καὶ τὸ πρόσωπον ἀπομιμουμένης τὴν τὸ ἦθος καὶ τὸν τρόπον ἐμφανίζουσαν, ἀναληψόμεθα τῇ γραφῇ τῶν παραλλήλων βίων τὰς πράξεις τοῦ ἀνδρός, τἀληθῆ διεξιόντες. ἀρκεῖ γὰρ ἡ τῆς μνήμης χάρις· ἀληθοῦς δὲ μαρτυρίας οὐδʼ ἂν αὐτὸς ἐκεῖνος ἠξίωσε μισθὸν λαβεῖν ψευδῆ καὶ πεπλασμένην ὑπὲρ αὐτοῦ διήγησιν.