Thesauros Edebiyat biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
8.6 ἀπʼ οὐδεμιᾶς ἐπιφανοῦς μεταβολῆς, ἀλλʼ ἐξαίφνης τοῦ ἀέρος ὑπορραγέντοςὑπορραγέντος with S: ἀπορραγέντος. ὤφθη μέγα σῶμα φλογειδὲς εἰς μέσον τῶν στρατοπέδων καταφερόμενον, τὸ μὲν σχῆμα πίθῳ μάλιστα, τὴν δὲ χρόαν ἀργύρῳ διαπύρῳ προσεοικός, ὥστε δείσαντας ἀμφοτέρους τὸ φάσμα διακριθῆναι.
8.7 τοῦτο μὲν οὖν φασιν ἐν Φρυγίᾳ περὶ τὰς λεγομένας Ὀτρύας συμβῆναι τὸ πάθος. ὁ δὲ Λούκουλλος οὐδεμιᾶς εἶναι νομίζων ἀνθρωπίνης παρασκευῆς οὐδὲ πλούτου θρέψαι μυριάδας ἐπὶ πολὺν χρόνον ἀντικαθημένων πολεμίων τοσαύτας, ὅσας εἶχε Μιθριδάτης, ἐκέλευσεν ἀχθῆναι τῶν αἰχμαλώτων ἕνα· καὶ πρῶτον ἀνέκρινε, μετὰ πόσων διαιτῷτο συσκήνων, ἔπειτα πόσον ἐν τῇ σκηνῇ καταλέλοιπε σῖτον.
8.8 ἀποκριναμένου δὲ τἀνθρώπου τὸν μὲν ἐκέλευσε μεταστῆναι, δεύτερον δὲ καὶ τρίτον ὁμοίως ἀνέκρινεν. εἶτα συνθεὶς τὸ τῆς παρεσκευασμένης τροφῆς πλῆθος πρὸς τὸ τῶν τρεφομένων, ἔγνω τριῶν ἢ τεσσάρων ἡμερῶν ἐπιλείψοντα σῖτον τοὺς πολεμίους, καὶ πολὺ μᾶλλον εἴχετο τοῦ χρόνου, καὶ συνῆγεν εἰς τὸν χάρακα παμπληθῆ σῖτον, ὡς ἐν ἀφθόνοις διάγων αὐτὸς ἐφεδρεύοι ταῖς ἐκείνων ἀπορίαις.
9.1 ἐν τούτῳ δὲ Μιθριδάτης ἐπεβούλευε Κυζικηνοῖς πεπληγόσιν ἐν τῇ περὶ Χαλκηδόνα μάχῃ· τρισχιλίων γὰρ ἀνδρῶν καὶ δέκα νεῶν ἐστέρηντο. βουλόμενος οὖν λαθεῖν τὸν Λούκουλλον, εὐθὺς ἀπὸ δείπνου νύκτα δυσφανῆ καὶ νοτερὰν ἔχων ἐκίνει καὶ φθάνει τῆς πόλεως ἄντικρυς ἅμʼ ἡμέρᾳ περὶ τὸ τῆς Ἀδραστείας ὄρος ἱδρύσας τὴν δύναμιν.
9.2 ὁ δὲ Λούκουλλος αἰσθόμενος καὶ διώξας ἠγάπησε μὲν οὐκ ἐμπεσὼν ἀσύντακτος εἰς τοὺς πολεμίους, καθίζει δὲ τὸν στρατὸν περὶ τὴν Θρᾳκίαν λεγομένην κώμην ἐν τόπῳ κατὰ τῶν ὁδῶν ἄριστα πεφυκότι καὶ τῶν χωρίων, ἀφʼ ὧν καὶ διʼ ὧν ἀναγκαῖον ἦν τοῖς Μιθριδατικοῖς τὰ ἐπιτήδεια φοιτᾶν. διὸ καὶ περιλαβὼν τῇ διανοίᾳ τὸ μέλλον οὐκ ἀπεκρύψατο τοὺς στρατιώτας, ἀλλʼ ἅμα τῷ θέσθαι τὸ στρατόπεδον καὶ ἀπὸ τῶν ἔργων γενέσθαι συναγαγὼν αὐτοὺς ἐμεγαληγόρησεν, ὡς ὀλίγων ἡμερῶν ἀναιμωτὶ τὸ νίκημα παραδώσων αὐτοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi