Thesauros Edebiyat biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
11.3 ὥστε τὰς γυναῖκας ἐκ τῆς Ἀπολλωνίας προερχομένας ἀφαρπάζειν τὰ φορτία καὶ σκυλεύειν τοὺς φονευομένους. πολλῶν δʼ, ὡς εἰκὸς, ἀποθανόντων ἑάλωσαν ἵπποι μὲν ἑξακισχίλιοι καὶ πλῆθος ἀναρίθμητον ὑποζυγίων, ἄνδρες δὲ μύριοι πεντακισχίλιοι· καὶ τούτους ἄγων πάντας παρεξῄει παρὰ τὸ στρατόπεδον τῶν πολεμίων.
11.4 Σαλουστίου δὲ θαυμάζω τότε πρῶτον ὦφθαι Ῥωμαίοις καμήλους λέγοντος, εἰ μήτε πρότερον τοὺς μετὰ Σκηπίωνος νικήσαντας Ἀντίοχον ᾤετο μήτε τοὺς ἔναγχος πρὸς Ὀρχομενῷ καὶ περὶ Χαιρώνειαν Ἀρχελάῳ μεμαχημένους ἐγνωκέναι κάμηλον.
11.5 ἀλλὰ τῷ γε Μιθριδάτῃ φεύγειν μὲν ἔγνωστο τὴν ταχίστην, ἀνθολκὰς δὲ Λουκούλλῳ καὶ διατριβὰς ὀπίσω μηχανώμενος ἔστελλε τὸν ναύαρχον Ἀριστόνικον ἐπὶ τὴν Ἑλληνικὴν θάλασσαν· καὶ ὅσον οὔπω μέλλοντος ἐκπλεῖν ἐκ προδοσίας ὁ Λούκουλλος ἐκυρίευσε μετὰ χρυσῶν μυρίων, οὓς ἐκόμιζε διαφθερῶν τι τοῦ Ῥωμαϊκοῦ στρατεύματος, ἐκ τούτου Μιθριδάτης μὲν ἔφυγεν ἐπὶ θάλασσαν, οἱ δὲ στρατηγοὶ πεζοὶ τὸν στρατὸν ἀπήγαγον.
11.6 ἐπιπεσὼν δὲ Λούκουλλος αὐτοῖς περὶ τὸν Γρανικὸν ποταμόν εἷλέ τε παμπόλλους καὶ δισμυρίους ἀπέκτεινε. λέγονται δʼ ἐκ τοῦ παντὸς ἀκολούθων τε καὶ μαχίμων ὄχλου μυριάδες οὐ πολὺ δὴ τῶν τριάκοντα λείπουσαι διαφθαρῆναι.
12.1 Λούκουλλος δὲ πρῶτον εἰς Κύζικον παρελθών ἀπέλαυσεν ἡδονῆς καὶ φιλοφροσύνης πρεπούσης· ἔπειτα ναυτικὸν ἐξηρτύετο τὸν Ἑλλήσποντον ἐπιπορευόμενος. εἰς δὲ Τρῳάδα καταχθείς ἐσκήνωσε μὲν ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης, κατακοιμηθεὶς δὲ νύκτωρ ἐδόκει τὴν θεὰν ὁρᾶν ἐφεστῶσαν αὐτῷ καὶ λέγουσαν· τί κνώσσεις, μεγάθυμε λέον; νεβροὶ δε τοι ἐγγύς.
12.2 ἐξαναστὰς δὲ καὶ τοὺς φίλους καλέσας διηγεῖτο τὴν ὄψιν ἔτι νυκτὸς οὔσης. καὶ παρῆσαν ἐξ Ἰλίου τινὲς ἀπαγγέλλοντες ὦφθαι περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα πεντήρεις τῶν βασιλικῶν ἐπὶ Λῆμνον πλεούσας, εὐθὺς οὖν ἀναχθείς τούτους μὲν εἷλε καὶ τὸν στρατηγὸν αὐτῶν Ἰσίδωρον ἀπέκτεινεν, ἐπὶ δὲ τοὺς ἄλλους ἔπλει πρωρέας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi