27.2
Λουκούλλῳ δὲ σκοποῦντι περὶ τῆς μάχης οἱ μὲν ἄγειν ἐπὶ Τιγράνην ἐάσαντα τὴν πολιορκίαν συνεβούλευον, οἱ δὲ μὴ καταλιπεῖν ὀπίσω πολεμίους τοσούτους μηδʼ ἀνεῖναι τὴν πολιορκίαν. ὁ δʼ εἰπὼν ἑκατέρους μὲν οὐκ ὀρθῶς, ἀμφοτέρους δὲ καλῶς παραινεῖν διεῖλε τὴν στρατιάν. καὶ Μουρήναν μὲν ἑξακισχιλίους ἔχοντα πεζοὺς ἐπὶ τῆς πολιορκίας ἀπέλιπεν, αὐτὸς δὲ τέσσσαρας καὶ εἴκοσι σπείρας ἀναλαβών, ἐν αἷς οὐ πλείονες ἦσαν μυρίων ὁπλιτῶν, καὶ τοὺς ἱππεῖς ἅπαντας καὶ σφενδονήτας καὶ τοξότας περὶ χιλίους, ἐχώρει.
27.3
καὶ παρὰ τὸν ποταμὸν ἐν πεδίῳ μεγάλῳ καταστρατοπεδεύσας παντάπασι μικρὸς ἐφάνη Τιγράνῃ, καὶ τοῖς κολακεύουσιν αὐτὸν διατριβὴν παρεῖχεν. οἱ μὲν γὰρ ἔσκωπτον, οἱ δʼ ὑπὲρ τῶν λαφύρων ἐν παιδιᾷ διεβάλλοντο κλῆρον τῶν δὲ στρατηγῶν καὶ βασιλέων ἕκαστος ᾐτεῖτο προσιὼν αὐτοῦ μόνου γενέσθαι τὸ ἔργον, ἐκεῖνον δὲ καθέζεσθαι θεατήν.
27.4
βουλόμενος δέ τι καὶ αὐτὸς ὁ Τιγράνης χαρίεις εἶναι καὶ σκωπτικός εἶπε τὸ θρυλούμενον· εἰ μὲν ὡς πρεσβευταί, πολλοὶ πάρεισιν εἰ δʼ ὡς στρατιῶται, ὀλίγοι. καὶ τότε μὲν οὕτως εἰρωνευόμενοι καὶ παίζοντες διετέλεσαν, ἅμα δʼ ἡμέρᾳ Λούκουλλος ὡπλισμένην τὴν δύναμιν ἐξῆγε. καὶ πρὸς ἕω μὲν ἦν τοῦ ποταμοῦ τὸ βαρβαρικὸν στράτευμα· τοῦ δὲ ῥεύματος ἀποστροφὴν λαμβάνοντος ἐπὶ τὰς δύσεις, ᾗ μάλιστα περάσιμον ἦν, ἀντιπαρεξάγων τὴν δύναμιν καὶ σπεύδων ἔδοξεν ἀποχωρεῖν τῷ Τιγράνῃ.
27.5
καὶ καλέσας τὸν Ταξίλην ἅμα γέλωτι τοὺς ἀμάχους, ἔφη, Ῥωμαίων ὁπλίτας οὐχ ὁρᾷς φεύγοντας; καὶ ὁ Ταξίλης βουλοίμην ἄν, εἶπεν, ὦ βασιλεῦ, γενέσθαι τι τῷ σῷ δαίμονι τῶν παραλόγων, ἀλλʼ οὔτʼ ἐσθῆτα λαμπρὰν οἱ ἄνδρες λαμβάνουσιν ὁδοιποροῦντες οὔτε θυρεοῖς ἐκκεκαθαρμένοις χρῶνται καὶ κράνεσι γυμνοῖς, ὥσπερ νῦν τὰ σκύτινα τῶν ὅπλων σκεπάσματα περισπάσαντες, ἀλλὰ μαχουμένων ἐστὶν ἡ λαμπρότης αὕτη καὶ βαδιζόντων ἤδη πρὸς τοὺς πολεμίους·