Thesauros Edebiyat biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
27.6 ταῦτα λέγοντος ἔτι τοῦ Ταξίλου καταφανὴς ἦν πρῶτος ἀετὸς ἐπιστρέφοντος τοῦ Λουκούλλου καὶ τάξιν αἱ σπεῖραι κατὰ λόχους λαμβάνουσαι πρὸς τὴν διάβασιν καὶ μόλις ὥσπερ ἐκ μέθης τινὸς ἀναφέρων ὁ Τιγράνης δὶς ἢ τρὶς ἐξέκραγεν· ἐφʼ ἡμᾶς οἱ ἄνδρες; ὥστε θορύβῳ πολλῷ τὸ πλῆθος εἰς τάξιν καθίστασθαι, βασιλέως μὲν αὐτοῦ τὸ μέσον ἔχοντος, τῶν δὲ κεράτων τὸ μὲν ἀριστερὸν τῷ Ἀδιαβηνῷ, τὸ δὲ δεξιὸν τῷ Μήδῳ παραδόντος, ἐφʼ οὗ καὶ τῶν καταφράκτων ἐν προτάγματι τὸ πλεῖστον ἦν.
27.7 Λουκούλλῳ δὲ μέλλοντι διαβαίνειν τὸν ποταμὸν ἔνιοι τῶν ἡγεμόνων παρῄνουν φυλάττεσθαι τὴν ἡμέραν μίαν οὖσαν τῶν ἀποφράδων, ἃς μελαίνας καλοῦσιν· ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ ἡ μετὰ Καιπίωνος ἀπώλετο στρατιὰ συμβαλοῦσα Κίμβροις. ὁ δʼ ἀπεκρίνατο τὴν μνημονευομένην φωνήν. ἐγὼ γάρ, ἔφη, καὶ ταύτην εὐτυχῆ ποιήσω Ῥωμαίοις τὴν ἡμέραν. ᾖν δὲ πρὸ μιᾶς νωνῶν Ὀκτωβρίων.
28.1 ταῦτα δʼ εἰπὼν καὶ θαρρεῖν κελεύσας τόν τε ποταμὸν διέβαινε καὶ πρῶτος ἐπὶ τοὺς πολεμίους ἡγεῖτο, θώρακα μὲν ἔχων σιδηροῦν φολιδωτὸν ἀποστίλβοντα, κροσσωτὴν δὲ ἐφεστρίδα, τὸ δὲ ξίφος αὐτόθεν ὑποφαίνων γυμνόν, ὡς εὐθὺς εἰς χεῖρας ἵεσθαι δέονδέον Coraës, Sintenis and Bekker, after Reiske; δέοι MSS., including S. ἑκηβόλοις ἀνδράσι καὶ συναιρεῖνσυναιρεῖν Coraës and Bekker, after Reiske; συναιρήσειν (S) and συναιρήσει MSS.: συναιρήσων, a suggestion of Reiske’s. τὴν διατοξεύσιμον χώραν τῷ τάχει τῆς ἐπαγωγῆς.
28.2 ἐπεὶ δὲ τὴν κατάφρακτον ἵππον, ἧς πλεῖστος ἦν λόγος, κατεῖδε κατατεταγμένην ὑπὸ λόφῳ τινὶ τὴν ἄνω χώραν ἐπίπεδον καὶ πλατεῖαν ἔχοντι, πρόσβασιν δὲ τεττάρων σταδίων οὐ παντάπασι χαλεπὴν οὐδʼ ἀποκεκομμένην, Θρᾷκας μὲν ἱππεῖς καὶ Γαλάτας, οὓς εἶχεν, ἐκέλευσεν ἐκ πλαγίου προσφερομένους παρακρούεσθαι ταῖς μαχαίραις τοὺς κοντούς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi