Thesauros Edebiyat biography Λούκουλλος

Λούκουλλος

Λούκουλλος Plutarch
28.3 μία γὰρ ἀλκὴ τῶν καταφράκτων κοντός· ἄλλο δʼ οὐδὲν οὔθʼ ἑαυτοῖς οὔτε τοῖς πολεμίοις χρῆσθαι δύνανται διὰ βάρος καὶ σκληρότητα τῆς σκευῆς, ἀλλʼ ἐγκατῳκοδομημένοις ἐοίκασιν. αὐτὸς δὲ δύο σπείρας ἀναλαβὼν ἡμιλλᾶτο πρὸς τόν λόφον, ἐρρωμένως ἑπομένων τῶν στρατιωτῶν διὰ τὸ κἀκεῖνον ἐν τοῖς ὅπλοις ὁρᾶν πρῶτον κακοπαθοῦντα πεζὸν καὶ προσβιαζόμενον. γενόμενος δʼ ἄνω καὶ στὰς ἐν τῷ περιφανεῖ τοῦ χωρίου μέγα βοήσας· νενικήκαμεν, ἔφη, νενικήκαμεν, ὦ συστρατιῶται.
28.4 καὶ τοῦτο εἰπὼν ἐπῆγε τοῖς καταφράκτοις, κελεύσας μηδὲν ἔτι χρῆσθαι τοῖς ὑσσοῖς, ἀλλʼ ἐκ χειρὸς ἕκαστον διαλαβόντα παίειν τῶν πολεμίων κνήμας τε καὶ μηρούς, ἃ μόνα γυμνὰ τῶν καταφράκτων ἐστίν, οὐ μὴν ἐδέησέ τι ταύτης τῆς μάχης οὐ γὰρ ἐδέξαντο τοὺς Ῥωμαίους, ἀλλʼ ἀλαλάξαντες καὶ φεύγοντες αἴσχιστα πάντων ἐνέωσαν ἑαυτούς τε καὶ τοὺς ἵππους βαρεῖς ὄντας εἰς τὰ τῶν πεζῶν ὅπλα πρὶν ἄρξασθαί τινος ἐκείνους μάχης, ὥστε μήτε τραύματος γενομένου μήθʼ αἵματος ὀφθέντος ἡττᾶσθαι τὰς τοσαύτας μυριάδας.
28.5 ὁ δὲ πολὺς φόνος ἤδη φευγόντων ἐγίνετο, μᾶλλον δὲ βουλομένων φεύγειν οὐ γὰρ ἐδύναντο πυκνότητι καὶ βάθει τῶν τάξεων ὑφʼ αὑτῶν ἐμποδιζόμενοι. Τιγράνης δʼ ἐξελάσας ἐν ἀρχῇ μετʼ ὀλίγων ἔφευγε· καὶ τόν υἱὸν ὁρῶν κοινωνοῦντα τῆς αὐτῆς τύχης περιεσπάσατο τὸ διάδημα τῆς κεφαλῆς κἀκείνῳ δακρύσας παρέδωκε, σῴζειν ἑαυτὸν, ὅπως δύναται, καθʼ ἑτέρας ὁδοὺς κελεύσας.
28.6 ὁ δὲ νεανίας ἀναδήσασθαι μὲν οὐκ ἐτόλμησε, τῶν δὲ παίδων τῷ πιστοτάτῳ φυλάττειν ἔδωκεν. οὗτος ἁλοὺς κατὰ τύχην ἀνήχθη πρὸς Λούκουλλον, ὥστε μετὰ τῶν ἄλλων αἰχμάλωτον καὶ τὸ διάδημα γενέσθαι τοῦ Τιγράνου. λέγεται δὲ τῶν μὲν πεζῶν ὑπὲρ δέκα μυριάδας διαφθαρῆναι, τῶν δʼ ἱππέων ὀλίγους παντάπασι διαφυγεῖν. Ῥωμαίων δʼ ἑκατὸν ἐτρώθησαν, ἔπεσον δὲ πέντε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi