Thesauros Edebiyat biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
11.2 γεγραφὼς δὲ τῇ βουλῇ πρότερον ὡς χρὴ καὶ Λούκουλλον ἐκ Θρᾴκης καλεῖν καὶ Πομπήιον ἐξ Ἰβηρίας, μετενόει, καὶ πρὶν ἥκειν ἐκείνους ἔσπευδε διαπράξασθαι τὸν πόλεμον, εἰδὼς ὅτι τοῦ προσγενομένου καὶ βοηθήσαντος, οὐκ αὐτοῦ τὸ κατόρθωμα δόξει. πρῶτον μὲν οὖν διαγνοὺς τοῖς ἀφεστῶσι καὶ κατʼ ἰδίαν στρατευομένοις, ὧν ἀφηγοῦντο Γάιος Καννίκιος καὶ Κάστος, ἐπιθέσθαι, λόφον τινὰ προκαταληψομένους ἄνδρας ἑξακισχιλίους ἀπέστειλε, λανθάνειν πειρᾶσθαι κελεύσας.
11.3 οἱ δʼ ἐπειρῶντο μὲν τὴν αἴσθησιν ἀποκρύπτειν τὰ κράνη καταμπέχοντες, ὀφθέντες δʼ ὑπὸ δυεῖν γυναικῶν προθυομένων τοῖς πολεμίοις ἐκινδύνευσαν, εἰ μὴ Κράσσος ὀξέως ἐπιφανεὶς μάχην ἔθετο πασῶν καρτερωτάτην, ἐν ᾗ τριακοσίους ἐπὶ δισχιλίοις καὶ μυρίοις καταβαλὼν δύο μόνους εὗρε κατὰ νώτου τετρωμένους, οἱ δʼ ἄλλοι πάντες ἑστῶτες ἐν τάξει καὶ μαχόμενοι τοῖς Ῥωμαίοις ἀπέθανον.
11.4 Σπαρτάκῳ δὲ μετὰ τὴν τούτων ἧτταν ἀναχωροῦντι πρὸς τὰ ὄρη τὰ Πετηλῖνα, Κόιντος τῶν περὶ Κράσσον ἡγεμόνων καὶ Σκρώφας ταμίας ἐξαπτόμενοι παρηκολούθουν. ἐπιστρέψαντος δὲ γίνεται φυγὴ μεγάλη τῶν Ῥωμαίων, καὶ μόλις τρωθέντα τὸν ταμίαν ἁρπάσαντες ἀπεσώθησαν. τοῦτο τὸν Σπάρτακον ἀπώλεσε τὸ κατόρθωμα, φρονήματος ἐπιγενομένου τοῖς δραπέταις.
11.5 οὐκέτι γὰρ ἠξίουν φυγομαχεῖν οὐδʼ ἐπείθοντο τοῖς ἄρχουσιν, ἀλλʼ ἤδη καθʼ ὁδὸν ὄντας ἐν τοῖς ὅπλοις περισχόντες ἠνάγκασαν αὖθις ὀπίσω διὰ τῆς Λευκανίας ἄγειν ἐπὶ τοὺς Ῥωμαίους, εἰς ταὐτὸ τῷ Κράσσῳ σπεύδοντες. ἤδη γὰρ ὁ Πομπήιος προσιὼν ἀπηγγέλλετο· καὶ δὴ ἀρχαιρεσιάζοντες ἦσαν οὐκ ὀλίγοι τὴν νίκην ἐκείνῳ τοῦ πολέμου προσήκειν ἐλθόντα γὰρ εὐθὺς μαχεῖσθαι καὶ καταλύσειν τὸν πόλεμον. ἐπειγόμενος οὖν διαγωνίσασθαι καὶ παραστρατοπεδεύσας τοῖς πολεμίοις ὤρυττε τάφρον, πρὸς ἣν ἐκπηδῶντες οἱ δοῦλοι προσεμάχοντο τοῖς ἐργαζομένοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi