Thesauros Edebiyat biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
25.10 ἀπέβαινε δὲ τοὐναντίον, ἐν μὲν γὰρ τῷ ὁμαλῷ τοῖς ὄπισθεν ἁμῶς γέ πως παρέχουσιν οἱ πρότακτοι ῥᾳστώνην, ἐκεῖ δʼ ἄλλον ὑπὲρ ἄλλον διὰ τὴν ἀνωμαλίαν ἀνέχοντος τοῦ χωρίου καὶ μᾶλλον ἀεὶ τὸν κατόπιν ἐξαίροντος, οὐδὲν ἦν τὸ διαφεῦγον, ἀλλʼ ἐβάλλοντο πάντες ὁμαλῶς, ὀδυρόμενοι τὴν ἀκλεῆ καὶ ἄπρακτον αὑτῶν τελευτήν.
25.11 ἦσαν δὲ περὶ τὸν Πόπλιον ἄνδρες Ἕλληνες δύο τῶν αὐτόθι κατοικούντων ἐν Κάρραις, Ἱερώνυμος καὶ Νικόμαχος, οἱ συνέπειθον αὐτὸν ὑπεξελθεῖν μετʼ αὑτῶν καὶ διαφεύγειν εἰς Ἴχνας, πόλιν ᾑρημένην τὰ Ῥωμαίων καὶ οὐ μακρὰν οὖσαν. ὁ δὲ φήσας οὐδένα δεινὸν οὕτως ἔσεσθαι θάνατον ὃν φοβηθεὶς Πόπλιος ἀπολείψει τοὺς ἀπολλυμένους διʼ αὑτόν, ἐκείνους μὲν ἐκέλευσε σῴζεσθαι καὶ δεξιωσάμενος ἀπέλυσεν, αὐτὸς δὲ τῇ χειρὶ χρήσασθαι μὴ δυνάμενος διελήλατο γὰρ βέλει, τὸν ὑπασπιστὴν ἐκέλευσε πατάξαι τῷ ξίφει, παρασχὼν τὸ πλευρόν.
25.12 ὁμοίως δὲ καὶ Κηνσωρῖνον ἀποθανεῖν λέγουσιν· Μεγάβακχος δʼ αὐτὸς αὑτὸν διεχρήσατο, καὶ τῶν ἄλλων οἱ δοκιμώτατοι. τοὺς δʼ ὑπολελειμμένους ἀναβαίνοντες οἱ Πάρθοι τοῖς κοντοῖς διήλαυνον μαχομένους· ζῶντας δʼ οὐ πλείονας ἁλῶναι φασι πεντακοσίων, τὰς δὲ κεφαλὰς τῶν περὶ τὸν Πόπλιον ἀποκόψαντες ἤλαυνον εὐθὺς ἐπὶ τὸν Κράσσον.
26.1 εἶχε δὲ τὰ κατʼ αὐτὸν οὕτως, ὡς ἐκέλευσε τόν υἱὸν ἐμβαλεῖν τοῖς Πάρθοις καί τις ἤγγειλεν αὐτῷ μακρὰν τροπὴν εἶναι καί δίωξιν ἰσχυρὰν τῶν πολεμίων, ἑώρα δὲ καί τοὺς καθʼ αὑτὸν οὐκέτι προσκειμένους ὁμοίως ἐκεῖ γὰρ ἐρρύησαν οἱ πλεῖστοι, μικρὸν ἀνεθάρρησε, καί συναγαγὼν ὑπέστειλεν ἐν χωρίοις προσάντεσι τόν στρατόν, αὐτίκα προσδοκῶν τόν υἱὸν ἐπανήξειν ἀπὸ τῆς διώξεως.
26.2 τῶν δὲ πεμφθέντων ὑπὸ τοῦ Ποπλίου πρὸς αὐτόν, ὡς ἐκινδύνευεν, οἱ μὲν πρῶτοι διεφθάρησαν ἐμπεσόντες εἰς τοὺς βαρβάρους, οἱ δʼ ὕστεροι μόγις διαφυγόντες ἀπήγγελλον οἴχεσθαι τόν Πόπλιον, εἰ μὴ ταχεῖα καί πολλὴ βοήθεια παρʼ ἐκείνου γένοιτο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi