Thesauros Edebiyat biography Κράσσος

Κράσσος

Κράσσος Plutarch
33.5 δίκη μέντοι καὶ τῆς ὠμότητος Ὑρώδην καὶ τῆς ἐπιορκίας Σουρήναν ἀξία μετῆλθεν. Σουρήναν μὲν γὰρ οὐ μετὰ πολὺν χρόνον Ὑρώδης φθόνῶ τῆς δόξης ἀπέκτεινεν, Ὑρώδῃ δὲ ἀποβαλόντι Πάκορον ὑπὸ Ῥωμαίων μάχῃ κρατηθέντα, καὶ νοσήσαντι νόσον εἰς ὓδρωπα τραπεῖσαν, Φραάτης ὁ υἱὸς ἐπιβουλεύων ἀκόνιτον ἔδωκεν. ἀναδεξαμένης δὲ τῆς νόσου τὸ φάρμακον εἰς ἑαυτὴν, ὥστε συνεκκριθῆναι, καὶ τοῦ σώματος κουφισθέντος, ἐπὶ τὴν ταχίστην τῶν ὁδῶν ἐλθὼν ὁ Φραάτης ἀπέπνιξεν αὐτόν.
← Önceki 39 / 39

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi