2.2
ἐν δὲ τῇ περί τῶν ἐπαρχιῶν ψηφοφορίᾳ τοῦ δήμου πολλοὶ μὲν ἐτρώθησαν, ἔπεσον δὲ τέσσαρες, αὐτὸς δʼ, ὅπερ ἡμᾶς ἐν τῇ διηγήσει παρελήλυθε, Λεύκιον Ἀννάλιον, ἄνδρα βουλευτήν, ἀντιλέγοντα πὺξ πατάξας εἰς τὸ πρόσωπον ἐξέβαλεν ᾑμαγμένον.
2.3
ὡς δὲ περί ταῦτα βίαιος ὁ Κράσσος καὶ τυραννικός, οὕτως αὖ πάλιν ἐκείνου τὸ ψοφοδεὲς ἐν τῇ πολιτείᾳ καὶ ἄτολμον καὶ τοῖς κακίστοις ὑφειμένον τῶν μεγίστων ἐπιλήψεων ἄξιον ὁ δὲ Κράσσος ὑψηλὸς περί γε ταῦτα καὶ μεγαλόφρων, οὐ πρὸς Κλέωνας οὐδʼ Ὑπερβόλους, μὰ Δία, τοῦ ἀγῶνος ὄντος, ἀλλὰ πρὸς τὴν Καίσαρος λαμπρότητα καὶ τρεῖς τοῦ Πομπηΐου θριάμβους, οὐχ ὑπείξας, ἀλλʼ ἀντάρας ἑκατέρῳ τὴν δύναμιν, ἀξιώματι δὲ τῆς τιμητικῆς ἀρχῆς καὶ Πομπήιον ὑπερβαλόμενος.
2.4
δεῖ γὰρ ἐπὶ μεγίστοις οὐ τὸ ἀνεπίφθονον, ἀλλὰ τὸ λαμπρὸν ἐν πολιτείᾳ λαμβάνειν, μεγέθει δυνάμεως ἐξαμαυροῦντα τὸν φθόνον. εἰ δʼ ἐξ ἅπαντος ἀγαπᾶς ἀσφάλειαν καὶ ἡσυχίαν, καὶ δέδιας Ἀλκιβιάδην μὲν ἐπὶ τοῦ βήματος, ἐν δὲ Πύλῳ Λακεδαιμονίους, Περδίκκαν δʼ ἐν Θρᾴκῃ, πολλὴν εὐρυχωρίαν ἡ πόλις ἔχει σχολῆς ἐκ μέσου γενόμενον καθῆσθαι πλέκοντα τῆς ἀταραξίας σεαυτῷ στέφανον, ὡς ἔνιοι σοφισταὶ λέγουσιν.
2.5
ὁ μὲν γὰρ τῆς εἰρήνης ἔρως θεῖος ἦν ὡς ἀληθῶς, καὶ τὸ λῦσαι τὸν πόλεμον ἑλληνικώτατον πολίτευμα· καὶ τῆς πράξεως ἕνεκα ταύτης οὐκ ἄξιον Νικίᾳ παραβαλεῖν Κράσσον, οὐδʼ εἰ τὸ Κάσπιον φέρων πέλαγος ἢ τὸν Ἰνδὸν ὠκεανὸν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσώρισεν.
3.1
πόλει μέντοι χρώμενον ἀρετῆς αἰσθανομένῃ καὶ κρείττονα ὄντα τῇ δυνάμει χώραν οὐ δοτέον τοῖς πονηροῖς οὐδʼ ἀρχὴν μὴ ἄρχουσιν οὐδὲ πίστιν ἀπιστουμένοις, ὅπερ ἐποίησεν ὁ Νικίας, τὸν Κλέωνα μηδὲν ὄντα πλέον ἐν τῇ πόλει τῆς ἀπὸ τοῦ βήματος ἀναισχυντίας καὶ κραυγῆς αὐτὸς εἰς τὸ στρατηγεῖν καταστήσας.