Thesauros Edebiyat biography Νικίου καὶ Κράσσου σύγκρισις

Νικίου καὶ Κράσσου σύγκρισις

Νικίου καὶ Κράσσου σύγκρισις Plutarch
3.2 οὐκ ἐπαινῶ μὲν γὰρμὲν γὰρ Stephanus, Bekker, and S: μέν ἐγὼ τὸν Κράσσον ἐν τοῖς Σπαρτακείοις ἐπειχθέντα θᾶσσον ἢ ἀσφαλέστερον διαγωνίσασθαι, καίτοι φιλοτιμίας ἦν τὸ δεῖσαι μὴ Πομπήιος ἐλθὼν ἀφέληται τὴν δόξαν αὐτοῦ, καθάπερ ἀφείλετο Μετέλλου Μόμμιος τὴν Κόρινθον τὸ δὲ τοῦ Νικίου παντάπασιν ἄτοπον καὶ δεινόν. οὐ γὰρ ἐλπίδας οὐδὲ ῥᾳστώνην ἐχούσης ἐξέστη τῷ ἐχθρῷ φιλοτιμίας καὶ ἀρχῆς, ἀλλὰ κίνδυνον ὑφορώμενος ἐν τῇ στρατηγίᾳ μέγαν ἠγάπησε, τὸ καθʼ αὑτὸν ἐν ἀσφαλεῖ θέμενος, προέσθαι τὸ κοινόν·
3.3 καίτοι ὅ γε Θεμιστοκλῆς, ἵνα μὴ φαῦλος ἄνθρωπος ἐν τοῖς Περσικοῖς καὶ ἄφρων στρατηγήσας ἀπολέσῃ τὴν πόλιν, ἀργυρίῳ τῆς ἀρχῆς ἀπέστησεν αὐτόν, καὶ Κάτων, ὅτε μάλιστα ἑώρα πράγματα καὶ κινδύνους ἔχουσαν ὑπὲρ τῆς· πόλεως τὴν δημαρχίαν, μετῆλθεν·
3.4 ὁ δʼ αὑτὸν ἐπὶ τὴν Μίνῳαν καὶ Κύθηρα καὶ Μηλίους τοὺς ταλαιπώρους φυλάττων στρατηγόν, εἰ δὲεἰ δὲ Coraës and Bekker, after Bryan: εἰ. δέοι μάχεσθαι Λακεδαιμονίοις, ἀποδυόμενος τὴν χλανύδα καὶ τῇ Κλέωνος ἀπειρίᾳ καὶ θρασύτητι ναῦς καὶ ἄνδρας καὶ ὅπλα καὶ στρατηγίαν ἐμπειρίας ἄκρας δεομένην παραδιδούς, οὐ τὴν ἑαυτοῦ προΐεται δόξαν, ἀλλὰ τὴν τῆςτὴν τῆς Stephanus, Bekker, and S: τῆς. πατρίδος ἀσφάλειαν καὶ σωτηρίαν.
3.5 ὅθεν ὕστερον οὐχ ἑκὼν οὐδὲ βουλόμενος Συρακουσίοις πολεμεῖν ἠναγκάζετο, δοκῶν οὐ λογισμῷ τοῦ συμφέροντος, ἀλλὰ ῥᾳστώνῃ καὶ μαλακίᾳ τὸ παρʼ αὑτὸν ἀποστερεῖν Σικελίας τὴν πόλιν. ἐκεῖνο μέντοι μεγάλης ἐπιεικείας σημεῖον, ὅτι δυσχεραίνοντα τὸ πολεμεῖν ἀεὶ καὶ φεύγοντα τὸ στρατηγεῖν οὐκ ἐπαύοντο χειροτονοῦντες ὡς ἐμπειρότατον καὶ βέλτιστον·
3.6 τῷ δὲ Κράσσῳ παρὰ πάντα τὸν χρόνον ἐφιεμένῳ στρατηγίας οὐχ ὑπῆρξε τυχεῖν, πλὴν ἐπὶ τὸν δουλικὸν πόλεμον ἐξ ἀνάγκης, Πομπηΐου καὶ Μετέλλου καὶ Λουκούλλων ἀμφοτέρων ἀπόντων, καίτοι τότε τιμωμένῳ μάλιστα καὶ δυναμένῳ πλεῖστον, ἀλλʼ, ὡς ἔοικε, καὶ τοῖς σπουδάζουσι περὶ αὑτὸν ἐδόκει κατὰ τὸν κωμικὸν ἀνὴρ ἄριστος εἶναι τἆλλα πλὴν ἐν ἀσπίδι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi