Thesauros Edebiyat biography Εὐμένης

Εὐμένης

Εὐμένης Plutarch
18.4 λέγεται δὲ τὸν Εὐμενῆ τοῦ φυλάσσοντος αὐτὸν Ὀνομάρχου πυθέσθαι τί δήποτε Ἀντίγονος ἐχθρὸν ἄνδρα καὶ πολέμιον λαβὼν ὑποχείριον οὔτε ἀποκτίννυσι ταχέως οὔτε εὐγενῶς ἀφίησι· τοῦ δὲ Ὀνομάρχου πρὸς ὕβριν εἰπόντος ὡς οὐ νῦν, ἀλλʼ ἐπὶ τῆς μάχης ἔδει πρὸς θάνατον ἔχειν εὐθαρσῶς, ναὶ μὰ τὸν Δία, φάναι τὸν Εὐμενῆ, καὶ τότε εἶχον ἐροῦ δὲ τοὺς εἰς χεῖρας ἐλθόντας· ἀλλʼ οὐδενὶ κρείττονι προστυχὼν οἶδα. καὶ τὸν Ὀνόμαρχον, οὐκοῦν ἐπεὶ νῦν, φάναι, τὸν κρείττονα εὕρηκας, τί οὐκ ἀναμένεις τὸν ἐκείνου καιρόν;
19.1 τὸ δὲ οὖν ἔδοξε τῷ Ἀντιγόνῳ τὸν Εὐμενῆ κτείνειν, ἐκέλευσεν ἀὐτοῦ τὴν τροφὴν ἀφελεῖν. καὶ δύο μὲν ἡμέρας ἢ τρεῖς ἄσιτος οὕτω προσήγετο πρὸς τὴν τελευτήν. αἰφνίδιον δὲ ἀναζυγῆς γενομένης εἰσπέμψαντες ἄνθρωπον ἀποσφάττουσιν αὐτόν. τὸ δὲ σῶμα τοῖς φίλοις παραδοὺς ὁ Ἀντίγονος ἐπέτρεψε καῦσαι καὶ τὰ λείψανα συνθέντας εἰς ἀργυρᾶν ὑδρίαν κομίζειν, ἀποδοθησόμενα τῇ γυναικὶ καὶ τοῖς παισίν.
19.2 οὕτω δὲ ἀποθανόντος Εὐμενοῦς οὐκ ἐπʼ ἄλλῳ τινὶ τὴν τιμωρίαν ἐποιήσατο τῶν προδόντων αὐτὸν ἡγεμόνων καὶ στρατιωτῶν τὸ δαιμόνιον, ἀλλʼ αὐτὸς Ἀντίγονος προβαλόμενος ὡς ἀσεβεῖς καὶ θηριώδεις τοὺς ἀργυράσπιδας παρέδωκε Σιβυρτίῳ τῷ διοικοῦντι τὴν Ἀραχωσίαν, πάντα τρόπον ἐκτρῖψαι καὶ καταφθεῖραι κελεύσας, ὅπως μηδεὶς αὐτῶν εἰς Μακεδονίαν ἄπεισι μηδὲ ὄψεται τὴν Ἑλληνικὴν θάλατταν.
← Önceki 21 / 21

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi