Thesauros Edebiyat biography Σύγκρισις Σερτωρίου καὶ Εὐμένους

Σύγκρισις Σερτωρίου καὶ Εὐμένους

Σύγκρισις Σερτωρίου καὶ Εὐμένους Plutarch
2.3 φιλοπόλεμος μὲν οὖν ὁ τῆς ἀσφαλείας τὴν πλεονεξίαν προτιμῶν, πολεμικὸς δὲ ὁ τῷ πολέμῳ κτώμενος τὴν ἀσφάλειαν. καὶ μὴν θανεῖν γε συνέβη τῷ μὲν οὐ προαισθομένῳ, τῷ δὲ καὶ προσδεχομένῳ τὴν τελευτήν, ὧν τὸ μὲν ἐπιεικείας, φίλοις γὰρ ἐδόκει πιστεύειν, τὸ δὲ ἀσθενείας, βουλόμενος γὰρ φυγεῖν συνελήφθη.
2.4 καὶ τοῦ μὲν οὐ κατῄσχυνε τὸν βίον ὁ θάνατος, πάσχοντος ὑπὸ τῶν συμμάχων ἃ τῶν πολεμίων αὐτὸν οὐδεὶς ἐποίησεν ὁ δὲ φεύγειν μὲν πρὸ αἰχμαλωσίας μὴ δυνηθείς, ζῆν δὲ μετʼ αἰχμαλωσίαν βουληθείς, οὔτε ἐφυλάξατο καλῶς τὴν τελευτὴν οὔθʼ ὑπέμεινεν, ἀλλὰ προσλιπαρῶν καὶ δεόμενος τοῦ σώματος μόνου κρατεῖν δοκοῦντα τὸν πολέμιον καὶ τῆς ψυχῆς αὑτοῦ κύριον ἐποίησεν.
← Önceki 2 / 2

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi