Thesauros Edebiyat biography Πομπήϊος

Πομπήϊος

Πομπήϊος Plutarch
38.1 ἐντεῦθεν εἰς Ἀμισὸν ἐλθὼν ὁ Πομπήϊος πάθος νεμεσητὸν ὑπὸ φιλοτιμίας ἔπαθε. πολλὰ γὰρ τὸν Λεύκολλον ἐπικερτομήσας, ὅτι τοῦ πολεμίου ζῶντος ἔγραφε διατάξεις καὶ δωρεὰς ἔνεμε καὶ τιμάς, ἃ συνῃρημένου πολέμου καὶ πέρας ἔχοντος εἰώθασι ποιεῖν οἱ νενικηκότες, αὐτὸς ἐν Βοσπόρῳ Μιθριδάτου κρατοῦντος καὶ συνειλοχότος ἀξιόμαχον δύναμιν, ὡς δὴ συντετελεσμένων ἁπάντων, ἔπραττε ταὐτά, διακοσμῶν τὰς ἐπαρχίας καὶ διανέμων δωρεάς,
38.2 πολλῶν μὲν ἡγεμόνων καὶ δυναστῶν, βασιλέων δὲ δώδεκα βαρβάρων ἀφιγμένων πρὸς αὐτόν, ὅθεν οὐδὲ ἠξίωσε τὸν Πάρθον ἀντιγράφων, ὥσπερ οἱ λοιποί, βασιλέα βασιλέων προσαγορεῦσαι, τοῖς ἄλλοις χαριζόμενος. αὐτὸν δέ τις ἔρως καὶ ζῆλος εἶχε Συρίαν ἀναλαβεῖν καὶ διὰ τῆς Ἀραβίας ἐπὶ τὴν ἐρυθρὰν ἐλάσαι θάλασσαν, ὡς τῷ περιϊόντι τὴν οἰκουμένην πανταχόθεν Ὠκεανῷ προσμίξειε νικῶν·
38.3 καὶ γὰρ ἐν Λιβύῃ πρῶτος ἄχρι τῆς ἐκτὸς θαλάσσης κρατῶν προῆλθε, καὶ τὴν ἐν Ἰβηρίᾳ, πάλιν ἀρχὴν ὡρίσατο Ῥωμαίοις τῷ Ἀτλαντικῷ πελάγει, καὶ τρίτον ἔναγχος Ἀλβανοὺς διώκων ὀλίγον ἐδέησεν ἐμβαλεῖν εἰς τὴν Ὑρκανίαν θάλασσαν, ὡς οὖν συνάψων τῇ ἐρυθρᾷ τὴν περίοδον τῆς στρατείας ἀνίστατο. καὶ γὰρ ἄλλως τὸν Μιθριδάτην ἑώρα δυσθήρατον ὄντα τοῖς ὅπλοις καὶ φεύγοντα χαλεπώτερον ἢ μαχόμενον.
39.1 διὸ τούτῳ μὲν εἰπὼν ἰσχυρότερον ἑαυτοῦ πολέμιον τὸν λιμὸν ἀπολείψειν, ἐπέστησε φυλακὰς τῶν νεῶν ἐπὶ τοὺς πλέοντας εἰς Βόσπορον ἐμπόρους· καὶ θάνατος ἦν ἡ ζημία τοῖς ἁλισκομένοις. ἀναλαβὼν δὲ τῆς στρατιᾶς τὴν πληθὺν συχνὴν προῆγε· καὶ τῶν μετὰ Τριαρίου πρὸς Μιθριδάτην ἀτυχῶς ἀγωνισαμένων καὶ πεσόντων ἐντυχὼν ἀτάφοις ἔτι τοῖς νεκροῖς, ἔθαψε λαμπρῶς καὶ φιλοτίμως ἅπαντας, ὃ δοκεῖ παραλειφθὲν οὐχ ἥκιστα Λευκόλλῳ μίσους αἴτιον γενέσθαι.
39.2 χειρωσάμενος δὲ διʼ Ἀφρανίου τοὺς περὶ Ἀμανὸν Ἄραβας καὶ καταβὰς αὐτὸς εἰς Συρίαν, ταύτην μὲν ὡς οὐκ ἔχουσαν γνησίους βασιλεῖς ἐπαρχίαν ἀπέφηνε καὶ κτῆμα τοῦ δήμου Ῥωμαίων, τὴν δὲ Ἰουδαίαν κατεστρέψατο, καὶ συνέλαβεν Ἀριστόβουλον τὸν βασιλέα. πόλεις δὲ τὰς μὲν ἔκτιζε, τὰς δὲ ἠλευθέρου κολάζων τοὺς ἐν αὐταῖς τυράννους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi