68.5
οἱ δὲ στρατιῶται θεασάμενοι μετὰ βοῆς καὶ χαρᾶς τὰς σκηνὰς ἀφέντες ἐφέροντο πρὸς τὰ ὅπλα. καὶ τῶν ταξιαρχῶν ἀγόντων εἰς ἣν ἔδει τάξιν, ἕκαστος, ὥσπερ χορός, ἄνευ θορύβου μεμελετημένως εἰς τάξιν εἰς τάξιν bracketed by Bekker. καὶ πρᾴως καθίστατο.
69.1
Πομπήϊος δὲ τὸ μὲν δεξιὸν αὐτὸς ἔχων ἔμελλεν ἀνθίστασθαι πρὸς Ἀντώνιον, ἐν δὲ τῷ μέσῳ Σκηπίωνα τὸν πενθερὸν ἀντέταξε Καλβίνῳ Λευκίῳ, τὸ δὲ εὐώνυμον εἶχε μὲν Λεύκιος Δομέτιος, ἐρρώσθη δὲ τῷ πλήθει τῶν ἱππέων.
69.2
ἐνταῦθα γὰρ ὀλίγου δεῖν ἅπαντες ἐρρύησαν ὡς Καίσαρα βιασόμενοι καὶ τὸ δέκατον τάγμα διακόψοντες, οὗ πλεῖστος ἦν ὁ λόγος ὡς μαχιμωτάτου, καὶ Καῖσαρ ἐν ἐκείνῳ ταττόμενος εἰώθει μάχεσθαι. κατιδὼν δὲ πεφραγμένον ἵππῳ τοσαύτῃ τῶν πολεμίων τὸ εὐώνυμον, καὶ φοβηθεὶς τὴν λαμπρότητα τοῦ ὁπλισμοῦ, μετεπέμψατο σπείρας ἓξ ἀπὸ τῶν ἐπιταγμάτων καὶ κατέστησεν ὄπισθεν τοῦ δεκάτου,
69.3
κελεύσας ἡσυχίαν ἄγειν ἀδήλους τοῖς πολεμίοις ὄντας· ὅταν δὲ προσελαύνωσιν οἱ ἱππεῖς, διὰ τῶν προμάχων ἐκδραμόντας μὴ προέσθαι τοὺς ὑσσούς, ὥσπερ εἰώθασιν οἱ κράτιστοι σπευδοντες ἐπὶ τὰς ξιφουλκίας, ἀλλὰ παίειν ἄνω συντιτρώσκοντας ὄμματα καὶ πρόσωπα τῶν πολεμίων οὐ γὰρ μενεῖν τοὺς καλοὺς τούτους καὶ ἀνθηροὺς πυρριχιστὰς διὰ τὸν ὡραϊσμόν, οὐδὲ ἀντιβλέψειν πρὸς τὸν σίδηρον ἐν ὀφθαλμοῖς γινόμενον. ἐν τούτοις μὲν οὖν ὁ Καῖσαρ ἦν.
69.4
ὁ δὲ Πομπήϊος ἀφʼ ἵππου τὴν παράταξιν ἐπισκοπῶν, ὡς ἑώρα τοὺς μὲν ἀντιπάλους μεθʼ ἡσυχίας τὸν καιρὸν ἐν τάξει προσμένοντας, τῆς δʼ ὑφʼ αὑτῷ στρατιᾶς τὸ πλεῖστον οὐκ ἀτρεμοῦν, ἀλλὰ κυμαῖνον ἀπειρίᾳ καὶ θορυβούμενον, ἔδεισε μὴ διασπασθῇ παντάπασιν ἐν ἀρχῇ τῆς μάχης, καὶ παράγγελμα τοῖς προτεταγμένοις ἔδωκεν ἑστῶτας ἐν προβολῇ καὶ μένοντας ἀραρότως δέχεσθαι τοὺς πολεμίους.