Thesauros Edebiyat biography Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις

Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις

Ἀγησιλάου καὶ Πομπηΐου σύγκρισις Plutarch
2.2 οἷον μέντοι τῇ περὶ τῶν τρεσάντων ἀπορίᾳ προσήγαγεν ὁ Ἀγησίλαος ἴαμα μετὰ τὴν ἐν Λεύκτροις ἀτυχίαν, κελεύσας τοὺς νόμους ἐκείνην τὴν ἡμέραν καθεύδειν, οὐ γέγονεν ἄλλο σόφισμα πολιτικόν, οὐδʼ ἔχομέν τι τοῦ Πομπηΐου παραπλήσιον, ἀλλὰ τοὐναντίον οὐδʼ οἷς αὐτὸς ἐτίθει νόμοις ᾤετο δεῖν ἐμμένειν, τὸ δύνασθαι μέγα τοῖς φίλοις ἐνδεικνύμενος, ὁ δὲ εἰς ἀνάγκην καταστὰς τοῦ λῦσαι τοὺς νόμους ἐπὶ τῷ σῶσαι τοὺς πολίτας, ἐξεῦρε τρόπον ᾧ μήτε ἐκείνους βλάψουσι μήτε ὅπως οὐ βλάψωσι λυθήσονται.
2.3 τίθεμαι δὲ κἀκεῖνο τὸ ἀμιμητον ἔργον εἰς πολιτικὴν ἀρετὴν τοῦ Ἀγησιλάου, τὸ δεξάμενον τὴν σκυτάλην ἀπολιπεῖν τὰς ἐν Ἀσίᾳ πράξεις, οὐ γάρ, ὡς Πομπήϊος, ἀφʼ ὧν ἑαυτὸν ἐποίει μέγαν ὠφέλει τὸ κοινόν, ἀλλὰ τὸ τῆς πατρίδος σκοπῶν τηλικαύτην ἀφῆκε δύναμιν καὶ δόξαν ἡλίκην οὐδεὶς πρότερον οὐδὲ ὕστερον πλὴν Ἀλέξανδρος ἔσχεν.
3.1 ἀπʼ ἄλλης τοίνυν ἀρχῆς, ἐν ταῖς στρατηγίαις καὶ τοῖς πολεμικοῖς, ἀριθμῷ μὲν τροπαίων καὶ μεγέθει δυνάμεων ἃς ἐπηγάγετο Πομπήϊος, καὶ πλήθει παρατάξεων ἃς ἐνίκησεν, οὐδʼ ἂν ὁ Ξενοφῶν μοι δοκεῖ παραβαλεῖν τὰς Ἀγησιλάου νίκας, ᾧ διὰ τἆλλα καλὰ καθάπερ γέρας ἐξαίρετον δέδοται καὶ γράφειν ὃ βούλοιτο καὶ λέγειν περὶ τοῦ ἀνδρός.
3.2 οἶμαι δὲ καὶ τῇ πρὸς τοὺς πολεμίους ἐπιεικείᾳ διαφέρειν τὸν ἄνδρα τοῦ ἀνδρός. ὁ μὲν γὰρ ἀνδραποδίσασθαι Θήβας καὶ Μεσσήνην ἐξοικίσασθαι βουλόμενος, ἣν μὲν ὁμόκληρον τῆς πατρίδος, ἣν δὲ μητρόπολιν τοῦ γένους, παρʼ οὐδὲν ἦλθε τὴν Σπάρτην ἀποβαλεῖν, ἀπέβαλε δὲ τὴν ἡγεμονίαν ὁ δὲ καὶ τῶν πειρατῶν τοῖς μεταβαλομένοις πόλεις ἔδωκε, καὶ Τιγράνην τὸν Ἀρμενίων βασιλέα γενόμενον ἐφʼ ἑαυτῷ θριαμβεῦσαι σύμμαχον ἐποιήσατο, φήσας ἡμέρας μιᾶς αἰῶνα προτιμᾶν.
3.3 εἰ μέντοι τοῖς μεγίστοις καὶ κυριωτάτοις εἰς τὰ ὅπλα πράγμασι καὶ λογισμοῖς προστίθεται πρωτεῖον ἀρετῆς ἀνδρὸς ἡγεμόνος, οὐ μικρὸν ὁ Λάκων τὸν Ῥωμαῖον ἀπολέλοιπε. πρῶτον μὲν γὰρ οὐ προήκατο τὴν πόλιν οὐδʼ ἐξέλιπεν ἑπτὰ μυριάσι στρατοῦ τῶν πολεμίων ἐμβαλόντων, ὀλίγους ἔχων ὁπλίτας καὶ προνενικημένους ἐν Λεύκτροις·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi