Thesauros Edebiyat biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
39.3 ὅλως δὲ ἤχθετο τοῖς μὴ λαμβάνουσι μᾶλλον ἢ τοῖς αἰτοῦσι. καὶ Φωκίωνι μὲν ἔγραψεν ἐπιστολήν ὡς οὐ χρησόμενος αὐτῷ φίλῳ τὸ λοιπόν, εἰ διωθοῖτο τὰς χάριτας. Σεραπίωνι δὲ τῶν ἀπὸ σφαίρας τινὶ νεανίσκων οὐδὲν ἐδίδου διὰ τὸ μηδὲν αἰτεῖν. ὡς οὖν εἰς τὸ σφαιρίζειν παραγενόμενος ὁ Σεραπίων ἄλλοις ἔβαλλε τὴν σφαῖραν, εἰπόντος δὲ τοῦ βασιλέως, ἐμοὶ δὲ οὐ δίδως; οὐ γὰρ αἰτεῖς, εἶπε, τούτῳ μὲν δὴ γελάσας πολλὰ ἔδωκε.
39.4 Πρωτέᾳ δέ τινι τῶν περὶ σκώμματα καὶ πότον οὐκ ἀμούσων ἔδοξε διʼ ὀργῆς γεγονέναι τῶν δὲ φίλων δεομένων κἀκείνου δακρύοντος ἔφη διαλλάττεσθαι κἀκεῖνος, οὐκοῦν, εἶπεν, ὦ βασιλεῦ, δός τί μοι πιστὸν πρῶτον. ἐκέλευσεν οὖν αὐτῷ πέντε τάλαντα δοθῆναι. περὶ δὲ τῶν τοῖς φίλοις καὶ τοῖς σωματοφύλαξι νεμομένων πλούτων, ἡλίκον εἶχον ὄγκον, ἐμφαίνει διʼ ἐπιστολῆς Ὀλυμπιάς, ἣν ἔγραψε πρὸς αὐτόν.
39.5 ἄλλως, φησὶν, εὖ ποίει τοὺς φίλους καὶ ἐνδόξους ἄγε νῦν δʼ ἰσοβασιλέας πάντας ποιεῖς καὶ πολυφιλίας παρασκευάζεις αὐτοῖς, ἑαυτὸν δὲ ἐρημοῖς. πολλάκις δὲ τοιαῦτα τῆς Ὀλυμπιάδος γραφούσης ἐφύλαττεν ἀπόρρητα τὰ γράμματα, πλὴν ἅπαξ Ἡφαιστίωνος, ὥσπερ εἰώθει, λυθεῖσαν ἐπιστολήν αὐτῷ συναναγινώσκοντος οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιον ἀφελόμενος τὸν αὑτοῦ προσέθηκε τῷ ἐκείνου στόματι τὴν σφραγῖδα.
39.6 Μαζαίου δὲ τοῦ μεγίστου παρὰ Δαρείῳ γενομένου παιδὶ σατραπείαν ἔχοντι δευτέραν προσετίθει μείζονα, παραιτούμενος δὲ ἐκεῖνος εἶπεν· ὦ βασιλεῦ, τότε μὲν ἦν εἷς Δαρεῖος, νῦν δὲ σὺ πολλοὺς πεποίηκας Ἀλεξάνδρους. Παρμενίωνι μὲν οὖν τὸν Βαγώου ἔδωκεν οἶκον τὸν περὶ Σοῦσα, οἶκον τὸν περὶ Σοῦσα, Coraës and Bekker: οἶκον, ἐν ᾧ λέγεται τῶν περὶ Σοῦσα κ.τ.λ. ἐν ᾧ λέγεται χιλίων ταλάντων εὑρεθῆναι ἱματισμὸν. πρὸς δʼ Ἀντίπατρον ἔγραψε κελεύων ἔχειν φύλακας τοῦ σώματος ὡς ἐπιβουλευόμενον.
39.7 τῇ δὲ μητρὶ πολλὰ μὲν ἐδωρεῖτο καὶ κατέπεμπεν, οὐκ εἴα δὲ πολυπραγμονεῖν οὐδὲ παραστρατηγεῖν ἐγκαλούσης δὲ πρᾴως ἔφερε τὴν χαλεπότητα. πλὴν ἅπαξ ποτὲ Ἀντιπάτρου μακρὰν κατʼ αὐτῆς γράψαντος ἐπιστολήν ἀναγνοὺς ἀγνοεῖν εἶπεν Ἀντίπατρον ὅτι μυρίας ἐπιστολὰς ἓν δάκρυον ἀπαλείφει μητρός.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi