Thesauros Edebiyat biography Ἀλέξανδρος

Ἀλέξανδρος

Ἀλέξανδρος Plutarch
45.1 ἐντεῦθεν εἰς τήν Παρθικὴν ἀναζεύξας καὶ σχολάζων πρῶτον ἐνεδύσατο τήν βαρβαρικὴν στολὴν, εἴτε βουλόμενος αὑτὸν συνοικειοῦν τοῖς ἐπιχωρίοις νόμοις, ὡς μέγα πρὸς ἐξημέρωσιν ἀνθρώπων τὸ σύνηθες καὶ ὁμόφυλον, εἴτʼ ἀπόπειρά τις ὑφεῖτο τῆς προσκυνήσεως αὕτη τοῖς Μακεδόσι, κατὰ μικρὸν ἀνασχέσθαι τήν ἐκδιαίτησιν αὐτοῦ καὶ μεταβολὴν ἐθιζομένοις,
45.2 οὐ μὴν τήν γε Μηδικὴν ἐκείνην προσήκατο παντάπασι βαρβαρικὴν καὶ ἀλλόκοτον οὖσαν, οὐδὲ ἀναξυρίδας οὐδὲ κάνδυν οὐδὲ τιάραν ἔλαβεν, ἀλλὰ ἐν μέσῳ τινὰ τῆς Περσικῆς καὶ τῆς Μηδικῆς μιξάμενος εὖ πως, ἀτυφοτέραν μὲν ἐκείνης, ταύτης δὲ σοβαρωτέραν οὖσαν. ἐχρῆτο δὲ τὸ μὲν πρῶτον ἐντυγχάνων τοῖς βαρβάροις καὶ τοῖς ἑταίροις κατʼ οἶκον, εἶτα τοῖς πολλοῖς οὕτως ἐξελαύνων καὶ χρηματίζων ἑωρᾶτο.
45.3 καὶ λυπηρὸν μὲν ἦν τοῖς Μακεδόσι τὸ θέαμα, τήν δὲ ἄλλην αὐτοῦ θαυμάζοντες ἀρετὴν ᾤοντο δεῖν ἔνια τῶν πρὸς ἡδονὴν αὐτῷ καὶ δόξαν ἐπιχωρεῖν ὅς γε πρὸς ἅπασι τοῖς ἄλλοις ἔναγχος τόξευμα μὲν εἰς τήν κνήμην λαβών, ὑφʼ οὗ τὸ τῆς κερκίδος ὁστέον ἀποθραυσθὲν ἐξέπεσε, λίθῳ δὲ πληγεὶς πάλιν εἰς τὸν τράχηλον ὥστε καὶ ταῖς ὄψεσιν ἀχλὺν ὑποδραμεῖν παραμείνασαν οὐκ ὀλίγον χρόνον,
45.4 ὅμως οὐκ ἐπαύετο χρώμενος ἑαυτῷ πρὸς τοὺς κινδύνους ἀφειδῶς, ἀλλὰ καὶ τὸν Ὀρεξάρτην διαβὰς ποταμόν, ὃν αὐτὸς ᾤετο Τάναϊν εἶναι, καὶ τοὺς Σκύθας τρεψάμενος ἐδίωξεν ἐπὶ σταδίους ἑκατόν, ἐνοχλούμενος ὑπὸ διαρροίας.
46.1 ἐνταῦθα δὲ πρὸς αὐτὸν ἀφικέσθαι τὴν Ἀμαζόνα οἱ πολλοὶ λέγουσιν, ὧν καὶ Κλείταρχός ἐστι καὶ Πολύκλειτος καὶ Ὀνησίκριτος καὶ Ἀντιγένης καὶ Ἴστρος Ἀριστόβουλος δὲ καὶ Χάρης ὁ εἰσαγγελεύς καὶ Πτολεμαῖος καὶ Ἀντικλείδης καὶ Φίλων ὁ Θηβαῖος καὶ Φίλιππος ὁ Θεαγγελεὺς, πρὸς δὲ τούτοις Ἑκαταῖος ὁ Ἐρετριεὺς καὶ Φίλιππος ὁ Χαλκιδεὺς καὶ Δοῦρις ὁ Σάμιος πλάσμα φασὶ γεγονέναι τοῦτο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi