Thesauros Edebiyat biography Καῖσαρ

Καῖσαρ

Καῖσαρ Plutarch
35.2 Καίσαρι δὲ βουλομένῳ μὲν εὐθὺς διώκειν ἀπορία νεῶν ἦν εἰς δὲ τήν Ῥώμην ἀνέστρεψε, γεγονὼς ἐν ἡμέραις ἑξήκοντα πάσης ἀναιμωτὶ τῆς Ἰταλίας κύριος.ἐπεὶ δὲ καί τήν πόλιν εὗρε μᾶλλον ἢ προσεδόκα καθεστῶσαν καί τῶν ἀπὸ βουλῆς ἐν αὐτῇ συχνούς, τούτοις μὲν ἐπιεικῆ καί δημοτικὰ διελέχθη, παρακαλῶν αὐτοὺς καί πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ἐπὶ συμβάσεσι πρεπούσαις· ὑπήκουσε δʼ οὐδείς, εἴτε φοβούμενοι Πομπήϊον ἐγκαταλελειμμένον, εἴτε μὴ νομίζοντες οὕτω Καίσαρα φρονεῖν, ἀλλʼ εὐπρεπείᾳ λόγων χρῆσθαι.
35.3 τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρήματα λαμβάνειν καί νόμους τινὰς προφέροντος, οὐκ ἔφη τὸν αὐτὸν ὅπλων καί νόμων καιρὸν εἶναι· σὺ δὲ εἰ τοῖς πραττομένοις δυσκολαίνεις, νῦν μὲν ἐκποδὼν ἄπιθι· παρρησίας γὰρ οὐ δεῖται πόλεμος ὅταν δὲ κατάθωμαι τὰ ὅπλα συμβάσεων γενομένων, τότε παριὼν δημαγωγήσεις, καὶ ταῦτα ἔφη, λέγω τῶν ἐμαυτοῦ δικαίων ὑφιέμενος ἐμὸς γὰρ εἰ καί σὺ καί πάντες ὅσους εἴληφα τῶν πρὸς ἐμὲ στασιασάντων.
35.4 ταῦτα πρὸς τὸν Μέτελλον εἰπών ἐβάδιζε πρὸς τὰς θύρας τοῦ ταμιείου, μὴ φαινομένων δὲ τῶν κλειδῶν χαλκεῖς μεταπεμψάμενος ἐκκόπτειν ἐκέλευεν αὖθις δὲ ἐνισταμένου τοῦ Μετέλλου καί τινων ἐπαινούντων, διατεινάμενος ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο παρενοχλῶν. καί τοῦτο, ἔφη, μειράκιον, οὐκ ἀγνοεῖς ὅτι μοι δυσκολώτερον ἦν εἰπεῖν ἢ πρᾶξαι οὗτος ὁ λόγος τότε καί Μέτελλον ἀπελθεῖν ἐποίησε καταδείσαντα καί τὰ ἄλλα ῥᾳδίως αὐτῷ καί ταχέως ὑπηρετεῖσθαι πρὸς τὸν πόλεμον.
36.1 ἐστράτευε δʼ εἰς Ἰβηρίαν πρότερον ἐγνωκὼς τοὺς περὶ Ἀφράνιον καὶ Βάρρωνα Πομπηΐου πρεσβευτὰς ἐκβαλεῖν, καὶ τὰς ἐκεῖ δυνάμεις καὶ τὰς ἐπαρχίας ὑφʼ αὑτῷ ποιησάμενος οὕτως ἐπὶ Πομπήϊον ἐλαύνειν, μηδένα κατὰ νώτου τῶν πολεμίων ὑπολειπόμενος. κινδυνεύσας δὲ καὶ τῷ σώματι πολλάκις κατʼ ἐνέδρας καὶ τῷ στρατῷ μάλιστα διὰ λιμόν, οὐκ ἀνῆκε πρότερον διώκων καὶ προκαλούμενος καὶ περιταφρεύων τοὺς ἄνδρας ἢ κύριος βίᾳ γενέσθαι τῶν στρατοπέδων καὶ τῶν δυνάμεων, οἱ δὲ ἡγεμόνες ᾤχοντο πρὸς Πομπήϊον φεύγοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi