Thesauros Edebiyat biography Καῖσαρ

Καῖσαρ

Καῖσαρ Plutarch
55.2 τότε καὶ Ἰόβας υἱὸς ὢν ἐκείνου κομιδῇ νήπιος ἐν τῷ θριάμβῳ παρήχθη, μακαριωτάτην ἁλοὺς ἅλωσιν, ἐκ βαρβάρου καὶ Νομάδος Ἑλλήνων τοῖς πολυμαθεστάτοις ἐναρίθμιος γενέσθαι συγγραφεῦσι. μετὰ δὲ τοὺς θριάμβους στρατιώταις τε μεγάλας δωρεὰς ἐδίδου καὶ τὸν δῆμον ἀνελάμβανεν ἑστιάσεσι καὶ θέαις, ἑστιάσας μὲν ἐν δισμυρίοις καὶ δισχιλίοις τρικλίνοις ὁμοῦ σύμπαντας, θέας δὲ καὶ μονομάχων καὶ ναυμάχων ἀνδρῶν παρασχὼν ἐπὶ τῇ θυγατρὶ Ἰουλίᾳ, πάλαι τεθνεώσῃ.
55.3 μετὰ δὲ τὰς θέας γενομένων τιμήσεων ἀντὶ τῶν προτέρων δυεῖν καὶ τριάκοντα μυριάδων ἐξητάσθησαν αἱ πᾶσαι πεντεκαίδεκα. τηλικαύτην ἡ στάσις ἀπειργάσατο συμφορὰν καὶ τοσοῦτον ἀπανάλωσε τοῦ δήμου μέρος, ἔξω λόγου τιθεμένοις τὰ κατασχόντα τὴν ἄλλην Ἰταλίαν ἀτυχήματα καὶ τὰς ἐπαρχίας.
56.1 συντελεσθέντων δὲ τούτων ὕπατος ἀποδειχθεὶς τὸ τέταρτον εἰς Ἰβηρίαν ἐστράτευσεν ἐπὶ τοὺς Πομπηΐου παῖδας, νέους μὲν ὄντας ἔτι, θαυμαστὴν δὲ τῷ πλήθει στρατιὰν συνειλοχότας καὶ τόλμαν ἀποδεικνυμένους ἀξιόχρεων πρὸς ἡγεμονίαν, ὥστε κίνδυνον τῷ Καίσαρι περιστῆσαι τὸν ἔσχατον.
56.2 ἡ δὲ μεγάλη μάχη περὶ πόλιν συνέστη Μοῦνδαν, ἐν ᾗ Καῖσαρ ἐκθλιβομένους ὁρῶν τοὺς ἑαυτοῦ καὶ κακῶς ἀντέχοντας ἐβόα, διὰ τῶν ὅπλων καὶ τῶν τάξεων διαθέων, εἰ μηδὲν αἰδοῦνται λαβόντες αὐτὸν ἐγχειρίσαι τοῖς παιδαρίοις. μόλις δὲ προθυμίᾳ πολλῇ τοὺς πολεμίους ὠσάμενος ἐκείνων μὲν ὑπὲρ τρισμυρίους διέφθειρε, τῶν δὲ αὐτοῦ χιλίους ἀπώλεσε τοὺς ἀρίστους.
56.3 ἀπιὼν δὲ μετὰ τὴν μάχην πρὸς τοὺς φίλους εἶπεν ὡς πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ πρῶτον περὶ ψυχῆς. ταύτην τὴν μάχην ἐνίκησε τῇ τῶν Διονυσίων ἑορτῇ, καθʼ ἣν λέγεται καὶ Πομπήϊος Μᾶγνος ἐπὶ τὸν πόλεμον ἐξελθεῖν διὰ μέσου δὲ χρόνος ἐνιαυτῶν τεσσάρων διῆλθε, τῶν δὲ Πομπηΐου παίδων ὁ μὲν νεώτερος διέφυγε, τοῦ δὲ πρεσβυτέρου μεθʼ ἡμέρας ὀλίγας Δείδιος ἀνήνεγκε τὴν κεφαλήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi